7. Τὰ δὲ ἐκτὸς τοῦ πληρώματος λεγόμενα ὑπ᾿ αὐτῶν ἐστι τοιαῦτα· τὴν Ἐνθύμησιν τῆς ἄνω Σοφίας, ἣν καὶ 3 καλοῦσιν, ἀφορισθεῖσαν τοῦ ἄνω πληρώματος σὺν τῷ πάθει λέγουσιν, ἐν σκιαῖς καὶ 4σκηνώματος κενώματος τόποις LIB. I. i. 7. GR. I. i. 7. MASS. I. iv. l. ἐκβεβράσθαι κατὰ ἀνάγκην. Ἔξω γὰρ 1φωτὸς ἐγένετο καὶ Πληρώματος, ἄμορφος καὶ ἀνείδεος, ὥσπερ ἔκτρωμα, διὰ τὸ μηδὲν 2κατειληφέναι· οἰκτείραντά τε αὐτὴν τὸν ἄνω Χριστὸν, καὶ διὰ τοῦ Σταυροῦ ἐπεκταθέντα, 3τῇ ἰδία δυνάμει μορφῶσαι μόρφωσιν τὴν κατʼ οὐσίαν μόνον, ἀλλʼ οὐ τὴν κατὰ γνῶσιν· καὶ πράξαντα τοῦτο 4ἀναδραμεῖν συστείλαντα αὐτοῦ τὴν δύναμιν, καὶ καταλιπεῖν, ὅπως αἰσθομένη τοῦ περὶ αὐτὴν πάθους διὰ τὴν ἀπαλλαγὴν τοῦ Πληρώματος, ὀρεχθῇ τῶν διαφερόντων, ἔχουσά τινα ὀδμὴν ἀφθαρσίας, ἐγκαταλειφθεῖσαν LIB. I. i. 6. GR. I. i. 6. MASS. I. iv. l. αὐτὴν l. αὐτῇ ὑπὸ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου 1 Πνεύατος. G. 20. Διὸ καὶ 2αὐτὴν τοῖς ἀμφοτέροις ὀνόμασι καλεῖσθαι, 3 τε πατρωνυμικῶς, (ὁ γὰρ πατὴρ αὐτῆς Σοφία κληΐζεται), καὶ M. 19. πνεῦμα ἅγιον ἀπὸ τοῦ περὶ τὸν Χριστὸν πνεύματος. Μορφωθεῖσάν τε αὐτὴν, καὶ 4ἔμφρονα γενηθεῖσαν, παραυτίκα δὲ κενωθεῖσαν ἀοράτου αὐτῇ συνόντος Λόγου, τουτέστι τοῦ Χριστοῦ, 5ἐπὶ ζήτησιν ὁρμῆσαι τοῦ καταλιπόντος αὐτὴν inf. § 8. φωτὸς καὶ μὴ δυνηθῆναι καταλαβεῖν αὐτὸ, διὰ τὸ κωλυθῆναι ὑπὸ τοῦ Ὅρου. Καὶ ἐνταῦθα τὸν Ὅρον κωλύοντα αὐτὴν τῆς εἰς τοὔμπροσθεν ὁρμῆς εἰπεῖν Ἰαώ· ὅθεν τὰ 8Ἰαὼ ὄνομα LIB. I. i. 7. GR. I. i. 7. MASS. I. iv. l. γεγενῆσθαι φάσκουσι. Μὴ δονηθείσαν δὲ διοδεῦσαι τὸν Ὅρον, διὰ τὸ συμπεπλέχθαι τῷ πάθει, καὶ μόνην ἀπολειφθεῖσαν ἔξω, παντὶ μέρει τοῦ πάθους ὑποπεσεῖν πολυμεροῦς καὶ πολυποικίλου ὑπάρχοντος, καὶ παθεῖν, λύπην μὲν, ὅτι οὐ κατέλαβε· φόβον δὲ, μὴ καθάπερ 1αὐτὴν τὸ φῶς, οὕτω καὶ τὸ ζῇν ἐπιλίπῃ· 2ἀπορίαν τε ἐπὶ τούτοις· 3ἐν ἀγνοία δὲ τὰ πάντα. Καὶ οὐ καθάπερ ἡ μήτηρ αὐτῆς, ἡ πρώτη Σοφία καὶ Αἰὼν, LIB. I. i. 7. GR. I. i. 7. MASS. I. iv. l. 1ἑτεροίωσιν ἐν τοῖς πάθεσιν εἶχεν, ἀλλὰ ἐναντιότητα. Ἐπισυμβεβηκέναι δʼ αὐτῇ καὶ ἑτέραν διάθεσιν, τὴν τῆς ἐπιστροφῆς ἐπὶ τόν ζωοποιήσαντα. Ταύτην 2σύστασιν καὶ οὐσίαν τῆς ὕλης G. 21. γεγενῆσθαι λέγουσιν, ἐξ ἧς ὅδε ὁ κόσμος συνέστηκεν. Ἐκ μὲν γὰρ τῆς ἐπιστροφῆς τὴν τοῦ κόσμου καὶ 3τοῦ δημιουργοῦ πᾶσαν ψυχὴν τὴν γένεσιν εἰληφέναι, ἐκ δὲ τοῦ φόβου καὶ τῆς λύπης τὰ λοιπὰ τὴν ἀρχὴν ἐσχηκέναι· 4ἀπὸ γὰρ τῶν δακρύων αὐτῆς cf. § 10. γεγονέναι πᾶσαν ἔνυγρον οὐσίαν· ἀπὸ δὲ τοῦ γέλωτος, τὴν M. 20. φωτεινήν· ἀπὸ δὲ τῆς λύπης καὶ τῆς ἐκπλήξεως, τὰ σωματικὰ LIB. I. i. 7. GR. I. i. 7. MASS. I. iv. 2. τοῦ κόσμου στοιχεῖα. Ποτὲ μὲν γὰρ ἔκλαιε καὶ ἐλυπεῖτο, ὡς λέγουσι, διὰ τὸ καταλελείφθαι μόνην ἐν τῷ σκότει καὶ τῷ κενώματι· ποτὲ δὲ εἰς ἔννοιαν ἥκουσα τοῦ καταλιπόντος αὐτὴν φωτὸς, διεχεῖτο καὶ ἐγέλα· ποτὲ δ᾿ αὖ πάλιν ἐφοβεῖτο· ἄλλοτε δὲ διηπόρει, καὶ ἐξίστατο. 8. Καὶ τί γάρ τραγῳδία πολλὴ λοιπὸν ἦν ἐνθάδε, καὶ φαντασία ἑνὸς ἑκάστου αὐτῶν, ἄλλως καὶ ἄλλως 1 ἐκδιηγουμένου ἐκ ποταποῦ πάθους, ἐκ ποίου στοιχείου 2ἡ οὐσία cf. note 2. τὴν γένεσιν εἴληφεν· ἃ καὶ εἰκότως δοκοῦσί μοι μὴ ἅπαντας θέλειν ἐν φανερῷ διδάσκειν, ἀλλʼ μόνους ἐκείνους τοὺς καὶ μεγάλους μισθοὺς ὑπὲρ τηλικούτων μυστηρίων τελεῖν δυναμένους. Οὐκέτι γὰρ ταῦτα ὅμοια ἐκείνοις, περὶ ὧν ὁ Κύριος ὑμῶν εἴρηκε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἀλλὰ ἀνακεχωρηκότα, καὶ τερατώδη καὶ βαθέα μυστήρια μετὰ πολλοῦ καμάτου περιγινόμενα τοῖς φιλοψευδέσι. Τίς γὰρ οὐκ ἂν ἐκδαπανήσειε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἵνα μάθῃ, ὅτι ἀπὸ τῶν δακρύων τῆε Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος, θάλασσαι, καὶ πηγαὶ, καὶ ποταμοὶ, καὶ πᾶσα ἔνυδρος οὐσία τὴν γένεσιν εἴληφεν, ἐς δὲ τοῦ γέλωτος αὐτῆς τὸ φῶς, καὶ ἐκ LIB. I. i. 8. GR. I. i. 8. MASS. I. iv. 3. τῆς ἐκπλήξεως καὶ τῆς ἀμηχανίας τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα; Βούλομαι δὲ καὶ αὐτὸς συνεισενεγκεῖν τι τῇ καρποφορία αὐτῶν. Ἐπαιδὴ γὰρ ὁρῶ τὰ μὲν γλυκέα ὕδατα ὄντα, G. 22. οἶον πηγὰς, καὶ ποταμοὺς, καὶ ὄμβρους, καὶ τὰ τοιαῦτα· τὰ δὲ ἐπὶ ταῖς θαλάσσαις ἁλμυρά· ἐπινοῶ μὴ πάντα ἀπὸ τῶν δακρύων αὐτῆς προβεβλῆσθαι, διότι τὸ δάκρυον ἁλμυρὸν τῇ ποιότητι ὑπάρχει· φανερὸν οὖν, ὅτι τὰ ἁλμυρὰ ὕδατα ταῦτά ἐστι τὰ ἀπὸ τῶν δακρύων. Εἰκὸς δὲ αὐτὴν ἐν ἀγωνίᾳ πολλῇ M. 21. καὶ ἀμηχανίᾳ γεγονυῖαν καὶ ἱδρωκέναι· ἐντεῦθεν δὴ κατὰ τὴν ὑπόθεσιν αὐτῶν ὑπολαμβάνειν δεῖ, πηγὰς καὶ ποταμοὺς, καὶ εἴ τινα ἄλλα γλυκέα ὕδατα ὑπάρχει τὴν γένεσιν μὴ l. μετεσχ. ἐσχοκέναι ἀπὸ τῶν δακρύων ἱδρώτων αὐτῆς· ἀπίθανον γὰρ, μιᾶς ποιότητος οὔσης τῶν δακρύων, τὰ μὲν ἁλμυρὰ, τὰ δὲ γλυκέα ὕδατα ἐξ αὐτῶν προελθεῖν· τοῦτο δὲ πιθανώτερον, τὰ μὲν εἶναι ἀπὸ τῶν δακρύων, τὰ δὲ ἀπὸ τῶν ἱδρώτων. Ἐπαιδὴ LIB. I. i. 8. GR. I. i. 8. MASS. I. iv. 4. καὶ θερμὰ καὶ δριμέα τινὰ ὕδατά ἐστιν ἐν τῷ κόσμῳ, νοεῖν ὀφείλεις, τὶ ποιήσασα, καὶ ἐκ ποίου μορίου προήκατο ταῦτα· ἁρμόζουσι γὰρ τοιοῦτοι καρποὶ τῇ ὑποθέσει αὐτῶν. Διοδεύσασαν οὖν πᾶν πάθος τὴν Μητέρα αὐτῶν, καὶ μόγις ὑπερκύψασαν, 1ἐπὶ ἱκεσίαν τραπῆναι τοῦ καταλιπόντος αὐτὴν φωτὸς, τουτέστι τοῦ Χριστοῦ, λέγουσιν· ὃς ἀνελθὼν μὲν εἰς τὸ πλήρωμα, αὐτὸς μὲν εἰκὸς ὅτι 2ὤκνησεν ἐκ δευτέρου κατελθεῖν, τὸν 3Παράκλητον δὲ ἐξέπεμψεν εἰς αὐτὴν, τουτέστι τὸν σωτῆρα, 4ἐνδόντος αὐτῷ πᾶσαν τὴν δύναμιν τοῦ πατρὸς, καὶ πᾶν ὑπ᾿ ἐξουσίαν παραδόντος, 5καὶ τῶν αἰώνων δεόμενος δὲ ὁμοίως , ὅπως ἐν αὐτῷ τὰ πάντα κτισθῇ τὰ ὁρατὰ καὶ τὰ G. 23. ἀόρατα, Θρόνοι, 6θεότητες, κυριότητες· ἐκπέμπεται δὲ πρὸς αὐτὴν μετὰ τῶν 1ἡλικιωτῶν αὐτοῦ τῶν Ἀγγέλων. Τὴν δὲ LIB. I. i. 8. GR. I. i. 8. MASS. I. iv. 5. Ἀχαμὼθ ἐντραπεῖσαν αὐτὸν λέγουσι πρῶτον μὲν 2 ἐπιθέσθαι δἰ αἰδῶ, μετέπειτα δὲ ἰδοῦσαν αὐτὸν σὺν ὅλῃ τῇ M. 22 3καρποφορίᾳ αὐτοῦ, προσδραμεῖν αὐτῷ, δύναμιν λαβοῦσαν ἐκ τῆς ἐπιφανείας αὐτοῦ· κᾀκεῖνον μορφῶσαι αὐτὴν 4μόρξωσιν τὴν κατὰ γνῶσιν, καὶ ἴασιν τῶν παθῶν ποιήσασθαι αὐτῆς· χωρίσαντα δʼ αὐτὰ αὐτῆς, 5μὴ ἀμελήσαντα δὲ αὐτῶν, οὐ γὰρ ἦν 6δονατὰ ἀφανισθῆναι, ὡς τὰ 7τῆς προτέρας, διὰ τὸ ἑκτικὰ LIB. I. i. 8. GR. I. i. 8. MASS. I. iv. 5. ἤδη καὶ 1δυνατὰ εἶναι· ἀλλʼ ἀποκρίναντα 2χωρήσει τοῦ χωρὶς, εἶτα συγχέαι καὶ πῆξαι, καὶ ἐξ ἀσωμάτου πάθους εἰς 3ἀσώματον τὴν ὕλην μεταβαλεῖν αὐτά· εἶθʼ οὕτως ἐπιτηδειότητα καὶ G. 24. φύσιν ἐμπεποιηκέναι αὐτοῖς, ὥστε εἰς συγκρίματα καὶ σώματα ἐλθεῖν, πρὸς τὸ γενέσθαι 4δύο οὐσίας, τὴν φαύλην τῶν παθῶν, τήν τε τῆς ἐπιστροφῆς ἐμπαθῆ· καὶ διὰ τοῦτο δυνάμει τὸν LIB. I. i. 8. GR. I. i. 8. MASS. I. iv. 5. Σωτῆρα 1δεδημιουργηκέναι φάσκουσι. Τήν τε Ἀχαμὼθ ἐκτὸς πάθους γενομένην, καὶ 2συλλαβοῦσαν τῇ χαρ τῶν ἐν αὐτῷ M. 23. φώτων τὴν θεωρίαν, τουτέστι τῶν Ἀγγέλων τῶν μετʼ αὐτοῦ, καὶ 3ἐγκισσήσασαν αὐτοὺς, κεκυηκέναι καρποὺς κατὰ τὴν εἰκόνα διδάσκουσι, κύημα πνευματικὸν καθʼ ὁμοίωσιν γεγονότως γεγονὸς τῶν δορυφόρων τοῦ Σωτῆρος.