5. Αὕτη μὲν οὖν ἐστιν ἡ ἐντὸς πληρώματος ὑπʼ αὐτῶν λεγομένη πραγματεία, καὶ ἡ τοῦ πεπονθότος Αἰῶνος, καὶ μετὰ μικρὸν ἀπολωλότος, ὡς ἐν πολλῇ ὕλῃ διὰ ζήτησιν τοῦ Πατρὸς συμφορὰ, καὶ ἡ τοῦ Ὅρου, καὶ Στύλου Σταυροῦ , καὶ Λυτρωτοῦ, καὶ Καρπιστοῦ, καὶ Ὁροθέτου, καὶ Μεταγωγέως ἐξ 1ἀγῶνος σύμπηξις, καὶ ἡ τοῦ 2πρώτου Χριστοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ ἐκ μετανοίας ὑπὸ τοῦ Πατρὸς αὐτῶν μεταγενεστέρα τῶν Αἰώνων γένεσις, καὶ ἡ τοῦ 2δευτέρου Χριστοῦ, M. 14. ὃν καὶ Σωτῆρα λέγουσιν, ἐξ ἐράνου σύνθετος κατασκευή. Ταῦτα δὲ φανερῶς μὲν μὴ εἰρῆσθαι, διὰ τὸ μὴ πάντας χωρεῖν τὴν γνῶσιν, μυστηριωδῶς δὲ ὑπὸ τοῦ Σωτῆρος διὰ παραβολῶν μεμηνύσθαι τοῖς συνιεῖν δυναμένοις οὕτως· τοὺς μὲν γὰρ τριάκοντα LIB. I. i. GR. I. i. MASS. I. in. Αἰῶνας μεμηνύσθαι διὰ τῶν τριάκοντα ἐτῶν 1ὡς προέφαμεν, ἐν οἷς οὐδὲν ἐν φανερῷ φάσκουσι πεποιηκέναι τὸν Σωτῆρα, καὶ διὰ τῆς παραβολῆς τῶν ἐργατῶν τοῦ ἀμπελῶνος. Καὶ τὸν G. 16. Παῦλον φανερώτατα λέγουσι τούσδε Αἰῶνας ὀνομάζειν πολλάκις, ἔτι δὲ καὶ τὴν τάξιν αὐτῶν τετηρηκέναι οὕτως εἰπόντα, εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων τοῦ αἰῶνος· ἀλλὰ καὶ ἡμᾶς 2ἐπὶ τῆς εὐχαριστίας λέγοντας, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἐκείνους τοὺς αἰῶνας σημαίνειν· καὶ ὅπου ἂν αἰὼν ἢ αἰῶνες ὀνομάζονται, τὴν ἀναφορὰν εἰς ἐκείνους εἶναι θέλουσι. Τὴν δὲ τῆς δωδεκάδος τῶν Αἰώνων προβολὴν μηνύεσθαι, διὰ τοῦ δωδεκαετῆ ὄντα τὸν Κύριον διαλεχθῆναι τοῖς νομοδιδασκάλοις, καὶ διὰ τῆς τῶν Ἀποστόλων ἐκλογῆς· δώδεκα γὰρ Ἀπόστολοι. Καὶ LIB. I. i. 5. GR. I. i. 5. MASS. I. iii. 2. τοὺς λοιποὺς δεκαοκτὼ Αἰῶνας φανεροῦσθαι, διὰ τοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν 1δεκαοκτὼ μησὶ λέγειν διατετριφέναι αὐτὸν σὺν τοῖς μαθηταῖς· ἀλλὰ καὶ διὰ τῶν προηγουμένων τοῦ ὀνόματος αὐτοῦ δύο γραμμάτων, τοῦ τε ἰῶτα καὶ τοῦ ἦτα, τοὺς δεκαοκτὼ Αἰῶνας εὐσήμως μηνύεσθαι. Καὶ τοὺς δέκα Αἰῶνας ὡσαύτως διὰ τοῦ ἰῶτα γράμματος, ὃ προηγεῖται τοῦ ὀνόματος αὐτοῦ, σημαίνουσι λέγεσθαι σημαίνεσθαι λέγουσι . καὶ διὰ τοῦτο εἰρηκέναι τὸν Σωτῆρα, ἰῶτα ἓν μία κεραία οὐ μὴ παρέλθῃ ἕως ἂν πάντα γένηται. Τὸ δὲ περὶ τὸν δωδέκατον M. 15. Αἰῶνα γεγονὸς πάθος 2ὑποσημαίνεσθαι λέγουσι τῆς ἀποστασίας 11. xxxvi. στασίας διὰ Ἰούδαν, ὃς δωδέκατος ἦν τῶν Ἀποστόλων, γενομένης προδοσίας δείκνυσθαι λέγουσι, καὶ ὅτι τῷ 3 δωδεκάτῳ μηνὶ ἔπαθεν· ἐνιαυτῷ γὰρ ἑνὶ βούλονται αὐτὸν μετὰ τὸ βάπτισμα LIB. I. i. 5. GR. I. i. 5. MASS. I. iii. 3. αὐτοῦ κεκηρυχέναι. Ἔτι τε ἐπὶ τῆς αἱμοῤῥούσης σαφέ- τοῦτο δηλοῦσθαι· δώδεκα γὰρ ἔτη παθοῦσαν αὐτὴν ὑπὸ G. 17. τῆς τοῦ Σωτῆρος παρουσίας τεθεραπεῦσθαι, ἁψαμένην τοῦ κρασπέδου αὐτοῦ, καὶ διὰ τοῦτο εἰρηκέναι τὸν Σωτῆρα, τίς μου ἥψατο; διδάσκοντα τοὺς μαθητὰς τὸ γεγονὸς ἐν τοῖς αἰῶσι μυστήριον, καὶ τὴν ἴασιν τοῦ πεπονθότος αἰῶνος· 1ἡ γὰρ παθοῦσα δώδεκα ἔτη, ἐκείνη ἡ δύναμις, ἐκτεινομένης αὐτῆς, καὶ εἰς ἄπειρον ῥεούσης τῆς οὐσίας, ὡς λέγουσιν, εἰ μὴ ἔψαυσε τοῦ φορήματος αὐτοῦ, τουτέστι τῆς ἀληθείας τῆς πρώτης τετράδος, ἥτις διὰ τοῦ κρασπέδου μεμήνυται, 3ἀνελύθη ἂν εἰς τὴν οὐσίαν αὐτῆς· LIB. I. i. 5. GR. I. i. 5. MASS. I. iii. 3. ἀλλὰ 1ἔστη καὶ ἐπαύσατο τοῦ πάθους· ἡ γὰρ ἐξελθοῦσα δύναμις M. 16. τούτου, εἶναι δὲ ταύτης ταύτην τὸν Ὅρον θέλουσιν, ἐθεράπευσεν αὐτὴν, καὶ τὸ πάθος ἐχώρισεν ἀπʼ αὐτῆς. Τὸ δὲ, 2Σωτῆρα τὸν ἐκ πάντων ὄντα τὸ πᾶν εἶναι, διὰ τοῦ λόγου τοῦ τούτου , πᾶν ἄῤῥεν διανοῖγον μήτραν, δηλοῦσθαι λέγουσιν· ὃς τὸ πᾶι ὢν, 3διήνοιξε τὴν μήτραν τῆς Ἐνθυμήσεως τοῦ πεπονθότος 4Αἰῶνος, καὶ ἐξορισθείσης ἐκτὸς τοῦ πληρώματος· ἣν δὴ καὶ δευτέραν ὀγδοάδα καλοῦσι, περὶ ἧς μικρὸν ὕστερον G. 18. ἐροῦμεν. Καὶ ὁπὸ τοῦ Παύλου δὲ φανερῶς διὰ τοῦτο εἰρῆσθαι λέγουσι· 5καὶ αὐτός ἐστι τὰ πάντα· καὶ πάλιν, πάντα εἰς αὐτὸν, καὶ ἐξ αὐτοῦ τὰ πάντα· καὶ πάλιν, ἐν αὐτῷ κατοικεῖ πᾶν LIB. I. i. 5. GR. I. i. 5. MASS. I. iii. 4. τὸ πλήρωμα τῆς θεότητος· καὶ τὸ, ἀνακεφαλαιώσασθαι δὲ τὰ πάντα ἐν τῷ Χριστῷ διὰ τοῦ Θεοῦ suppl. οὕτως , ἑρμυνεύουσιν εἰρῆσθαι, καὶ εἴ τινα ἄλλα τοιαῦτα. 6. Ἔπειτα περὶ τοῦ Ὅρου αὐτῶν, ὃν δὴ καὶ πλείοσιν ὀνόμασι καλοῦσι, δύο ἐνεργείας ἔχειν αὐτὸν ἀποφαινόμενοι, τὴν ἑδραστικὴν καὶ τὴν μεριστικήν· καὶ καθὰ μὲν ἑδράζει καὶ 1στορίζει, Σταυρὸν εἶναι, καθὸ δὲ μερίζει καὶ διορίζει, Ὅρον· τὸν μὲν Σταυρὸν l. Σωτῆρα οὕτως λέγουσι μεμηνυκέναι τὰς ἐνεργείας αὐτοῦ· καὶ πρῶτον μὲν τὴν ἑδραστικὴν ἐν τῷ εἰπεῖν· M. 17. 2ὃς οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ μοι, μαθητὴς ἐμὸς οὐ δύναται γενέσθαι· καὶ ἄρας τὸν σταυρὸν αὐτοῦ, LIB. I. i. 6. GR. I. i. 6. MASS. I. iii. 5. ἀκολουθεῖ μοι· τὴν δὲ διοριστικὴν αὐτοῦ ἐν τῷ εἰπεῖν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ κάχαιραν. Καὶ τὸν Ἰωάννην δὲ λέγουσιν αὐτὸ τοῦτο μεμηνυκέναι, εἰπόντα· τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα, καὶ συνάξει τὸν σίτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ· καὶ διὰ τούτου τὴν ἐνέργειαν τοῦ Ὅρου μεμηνυκέναι· πτύον γὰρ ἐκεῖνον τὸν Σταυρὸν ἑρμηνεύουσιν εἶναι, 1ὃν δὴ f. l. δεῖ καὶ ἀναλίσκειν τὰ ὑλικὰ πάντα, ὡς ἄχυρα πῦρ· καθαίρειν δὲ τοὺς σωζομένους, ὡς τὸ πτύον τὸν σῖτον. Παῦλον δὲ τὸν Ἀπόστολον καὶ αὐτὸν ἐπιμιμνήσκεσθαι τούτου τοῦ Σταυροῦ λέγουσιν οὕτως· ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ· καὶ πάλιν· ἐμοὶ δὲ μὴ γένοιτο ἐν μηδενὶ καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Ἰησοῦ, δἰ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, G. 19. κᾀγὼ τῷ κόσμῳ. Τοιαῦτα μὲν οὖν περὶ τοῦ πληρώματος αὐτῶν, καὶ τοῦ πλάσματος πάντες l. τοῦ πάντος λέγουσιν, 2ὲφαρμόζειν βιαζόμενοι τὰ καλῶς εἰρυμένα τοῖς κακῶς ἐπινενουμένοις LIB. I. i. 6. GR. I. i. 6. MASS. I. iii. 6. ὑπʼ αὐτῶν· καὶ οὐ μόνον ἐκ τῶν εὐαγγελικῶν καὶ τῶν ἀποστολικῶν πειρῶνται τὰς ἀποδείξεις ποιεῖσθαι, παρατρέποντες τὰς ἑρμηνείας, καὶ ῥᾳδιουργοῦντες τὰς ἐξηγήσεις· ἀλλὰ, καὶ ἐκ νόμου καὶ προφητῶν, ἅτε πολλῶν παραβολῶν καὶ ἀλληγοριῶν εἰρημένων, καὶ εἰς πολλὰ ἕλκειν δυναμένων τὸ ἀμφίβολον διὰ τῆς ἐξηγήσεως, ἕτεροι δὲ δεινῶς, 1 δεινοτέρως τῷ πλάσματι M. 18. αὐτῶν καὶ δολίως ἐφαρμόζοντες, αἰχμαλωτίζουσιν ἀπὸ τῆς ἀληθείας τοὺς μὴ ἑδραίαν τὴν πίστιν 2εἰς ἕνα Θεὸν πατέρα παντοκράτορα, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ διαφυλάσσοντας.