3. Ἔνιοι δὲ αὐτῶν 3πῶς τὸ πάθος τῆς Σοφίας καὶ τὴν ἐπιστροφὴν μυθολογοῦσιν· ἀδυνάτῳ καὶ ἀκαταλήπτῳ πράγματι αὐτὴν ἐπιχειρήσασαν τεκεῖν οὐσίαν ἄμορφον, 4οἵαν φύσιν εἶχε θήλειαν τεκεῖν· ἣν καὶ κατανοήσασαν πρῶτον μὲν λυπηθῆναι, διὰ τὸ ἀτελὲς τῆς γενέσεως, ἔπειτα φοβηθῆναι 5μηδὲ αὐτὸ τὸ εἶναι τελείως ἔχειν· εἶτα ἐκστῆναι καὶ ἀπορῆσαι, ζητοῦσαν LIB. I. i. 3. GR. I. i. 3. MASS. I. ii. 4. G. 12. M. 10. 1 τὴν αἰτίαν, καὶ ὅντινα τρόπον ἀποκρύψει τὸ γεγονός. Ἐγκαταγενομένην δὲ τοῖς πάθεσι λαβεῖν ἐπιστροφὴν, καὶ ἐπὶ τὸν Πατέρα ἀναδραμεῖν πειρασθῆναι, καὶ μέχρι τινὸς τολμήσασαν, ἐξασθενῆσαι, καὶ 2ἱκέτιν τοῦ πατρὸς γενέσθαι· συνδεηθῆναι δὲ αὐτῇ καὶ τοὺς λοιποὺς Αἰῶνας, μάλιστα δὲ τὸν Νοῦν. Ἐντεῦθεν λέγουσι πρώτην ἀρχὴν ἐσχηκέναι τὴν 3οὐσίαν, ἐκ τῆς ἀγνοίας, καὶ τῆς λύπης, καὶ τοῦ φόβου, καὶ τῆς ἐκπλήξεως. Ὁ δὲ Πατὴρ τὸν προειρημένον Ὅρον ἐπὶ τούτοις 4διὰ τοῦ Μονογενοῦς LIB. I. i. 3. GR. I. i. 3. MASS. I. ii. 4. προβάλλεται ἐν εἰκόνι ἰδίᾳ, 1ἀσύζυγον, ἀθήλυντον. Τὸν γὰρ Πατέρα ποτὲ μὲν μετὰ συζυγίας τῆς Σιγῆς, ποτὲ δὲ καὶ cf. p. 11. n. 4. ὑπέραῤῥεν, καὶ ὑπέρθηλυ εἶναι θέλουσι. Τὸν δὲ Ὅρον τοῦτον καὶ 2Σολλυτρωτὴν l. Σταυρὸν καὶ Λυτρωτὴν καὶ 3Καρπιστὴν, καὶ Ὁροθέτην, καὶ 4Μεταγωγέα καλοῦσι. Διὰ M. 11. δὲ τοῦ Ὅρου τούτου φασὶ κεκαθάρθαι καὶ ἐστηρίχθαι LIB. I. i. 3. GR. I. i. 3. MASS. I. ii. τὴν Σοφίαν, καὶ ἀποκατασταθῆναι τῇ 1συζογίᾳ· χωρισθείσης γὰρ τῆς Ἐνθυμήσεως ἀπʼ αὐτῆς σὺν τῷ ἐπιγινομένῳ G. 13. μένῳ πάθει, αὐτὴν μὲν ἐντὸς πληρώματος εἶναι· l. μεῖναι· LIB. I. i. 3. GR. I. i. 3. MASS. I. ii. 5. Tert. remansisse. τὴν δὲ ἐνθύμησιν αὐτῆς σὺν τῷ πάθει τοῦ Ὅρου ἀφορισθῆναι καὶ ἀποστερηθῆναι l. ἀποσταυρωθῆναι , καὶ ἐκτὸς αὐτοῦ γενομένην, εἶναι μὲν πνευματικὴν οὐσίαν, φυσικήν τινα Αἰῶνος ὁρμὴν τυγχάνουσαν· ἄμορφον δὲ καὶ ἀνείδεον 2διὰ τὸ μηδὲν καταλαβεῖν· καὶ διὰ τοῦτο 3καρπὸν ἀσθενῆ καὶ θῆλυν αὐτὸν λέγουσι. 4. Μετὰ δὲ τὸ ἀφορισθῆναι ταύτην ἐκτὸς τοῦ πληρώματος τῶν Αἰώνων, τήν τε Μητέρα αὐτῆς ἀποκατασταθῆναι τῇ ἰδία συζυγία, 4τὸν Μονογενῆ πάλιν ἑτέραν προβαλέσθαι συζυγίαν κατὰ προμήθειαν τοῦ Πατρὸς, 1ἴνα μὴ ὁμοίως LIB. I. i. 4. GR. I. i. 4. MASS. I. ii. 5. ταύτῃ πάθῃ τις τῶν Αἰώνων, Χριστὸν καὶ Πιεῦμα ἅγιον εἰς 2πῆξιν καὶ στηριγμὸν τοῦ Πληρώματος, ὑφʼ ὦν καταρτισθῆναι τοὺς Αἰῶνας. 3Τὸν μὲν γὰρ Χριστὸν διδάξαι αὐτοὺς συζογίας φύσιν, ἀγεννήτου κατάληψιν γινώσκοντας, ἱκανοὺς εἶναι, ἀναγορεῦσαί M. 12. τε ἐν αὐτοῖς τὴν τοῦ πατρὸς ἐπίγνωσιν, ὅτι τε ἀχώρητός ἐστι καὶ ἀκατάληπτος, καὶ οὐκ ἔστιν οὔτε ἰδεῖν οὔτε ἀκοῦσαι αὐτόν· διὰ μόνου τοῦ Μονογενοῦς γινώσκεται. G. 14. Καὶ τὸ μὲν αἴτιον τῆς αἰωνίου διαμονῆς τοῖς λοιποῖς τὸ πρῶτον 4καταληπτὸν ὑπάρχειν τοῦ Πατρὸς, τῆς δὲ γενέσεως αὐτοῦ καὶ Lib. I 1.4. GR. I. 1.4. MASS.I11.6. μὲν ἄρτι προβληθεὶς Χριστὸς ἐν αὐτοῖο ἐδημιούργησε. Τὲ δὲ ἓν Πνεῦμα τὸ ἅγιον 2ἐξισωθέντας αὐτοὺς πάντας εὐχαριστεῖν ἐδίδαξε, καὶ τὴν ἀληθινὴν ἀνάπαυσιν ἡγήσατο l. εἰσηγήσατο . Οὕτως τε μορφῇ καὶ γνώμῃ ἴσους κατασταθῆναι τοὺς Αίῶνας λέγουσι, πάντας γενομένους Νόας, καὶ πάντας Λόγους, καὶ πάντας Ἀνθρώπους, καὶ πάντας Χριστούς· καὶ τὰς θηλείας ὁμοίως πάσας Ἀληθείας, καὶ πάσας Ζωὰς, καὶ 3Πνεύματα, καὶ Ἐκκλησίας. Στηριχθέντα δὲ ἐπὶ τούτῳ τὰ ὅλα, καὶ ἀναπαυσάμενα τελέως, μετὰ μεγάλης χαρᾶς φησιν ὑμνῆσαι τὸν Προπάτορα, πολλῆς εὐφρασίας μετασχόντα. LIB. I. i. 4. GR. I. i. 4. MASS. I. ii. 6. Καὶ ὅπὲρ τῆς εὐποιΐας ταύτης βουλῇ μιᾷ καὶ γνώμῃ τὸ πᾶν Πλήρωμα τῶν Αἰώνων, συνευδοκοῦντος τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος, 1τοῦ δὲ Πατρὸς αὐτῶν συνεπισφραγιζμένου, ἕνα ἕκαστον τῶν Αἰώνων, ὅπερ εἶχεν ἐν ἑαυτῷ κάλλιστον καὶ ἀνθηρότατον συνενεγκαμένους καὶ ἐρανισαμένους, καὶ ταῦτα ἁρμοδίως πλέξαντας, καὶ ἐμμελῶς ἑνώσαντας, M. 13. προβαλέσθαι προβλήματα εἰς τιμὴν καὶ δόξαν 2τοῦ Βυθοῦ, τελειότατον κάλλος τε καὶ 3ἄστρον τοῦ Πληρώματος, τέλειον καρπὸν τὸν Ἰησοῦν, ὃν καὶ Σωτῆρα προσαγορευθῆναι, καὶ Χριστὸν, καὶ Λόγον πατρωνυμικῶς, 4καὶ κατὰ G. 15. καὶ τὰ Πάντα, διὰ τὸ ἀπὸ πάντων εἶναι· δορυφόροις τε αὐτῶν αὐτῷ εἰς τιμὴν τὴν αὐτῶν 5ὁμογενεῖς Ἀγγέλους συμπροβεβλῆσθαι. LIB. I. i. 5. GR. I. i. 5. MASS. I. iii. I.