I . Ἐπειδή, θαυμάσιε, καὶ παρ’ ἡμῖν ὁ Χριστὸς ἐγνωρίσθη υἱὸς εἶναι τοῦ θεοῦ τοῦ ζῶντος καὶ ἐν ὑστέροις καιροῖς ἐνηνθρωπηκέναι διὰ παρθένου Μαρίας ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραὰμ κατὰ τὰς περὶ αὐτοῦ ὑπ’ αὐτοῦ προρρηθείσας φωνὰς παρὰ τοῦ τῶν προφητῶν χοροῦ, τούτου ἕνεκεν παρακαλοῦμεν ἀξιοῦντες ἀποσταλῆναι ἡμῖν παρὰ τῆς σῆς συνέσεως Μάριν τὸν ἑταῖρον ἡμῶν ἐπίσκοπον τῆς ἡμεδαπῆς Νέας πόλεως τῆς πρὸς τῷ Ζαρβῷ, καὶ Εὐλόγιον Κασσοβόλων πρεσβύτερον, ὅπως μὴ ὦμεν ἔρημοι τῶν προστατῶν τοῦ θείου λόγου,