16. [13] STOB. III 38, 32 Πλουτάρχου ἐκ τοῦ 〈Περὶ τοῦ〉 διαβάλλειν. Ἱ. λέγει δύο εἶναι φθόνους· τὸν μὲν δίκαιον, ὅταν τις τοῖς κακοῖς φθονῆι τιμωμένοις, τὸν δὲ ἄδικον, ὅταν τοῖς ἀγαθοῖς. καὶ διπλᾶ τῶν ἄλλων οἱ φθονεροὶ κακοῦνται· οὐ γὰρ μόνον τοῖς ἰδίοις κακοῖς ἄχθονται ὥσπερ ἐκεῖνοι, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς.’ 17. [14] — — 42, 10 Πλουτάρχου ἐκ τοῦ 〈Περὶ τοῦ〉 διαβάλλειν. Ἱ. φησίν, ὅτι δεινόν ἐστιν ἡ διαβολία, οὕτως ὀνομάζων, ὅτι οὐδὲ τιμωρία τις κατ’ αὐτῶν γέγραπται ἐν τοῖς νόμοις ὥσπερ τῶν κλεπτῶν· καίτοι ἄριστον ὂν κτῆμα τὴν φιλίαν κλέπτουσιν, ὥστε ἡ ὕβρις κακοῦργος οὖσα δικαιοτέρα ἐστὶ τῆς διαβολῆς διὰ τὸ μὴ ἀφανὴς εἶναι. 18. [8] VIT. HOMERI Matrit. p. 31, 1 Westerm. Ἱ. δ’ αὖ καὶ Ἔφορος Κυμαῖον [Homer] . 19. PAPYR. PETROPOL. n. 13, col. 2, 11 [ed. Jernstedt Journ. des Unterrichtsmin. russ.) 1901 Oktob. p. 151] ΙΠΠΙΟΥ; Titel nicht erhalten. 20. ARIST. poet. 25. 1461ᵃ 21 κατὰ δὲ προσωιδίαν [ näml. ὁρῶντα δεῖ διαλύειν] ὥσπερ Ἱ. ἔλυεν ὁ Θάσιος τὸ δίδομεν δέ οἱ’ καὶ τὸ μὲν οὗ καταπύθεται ὄμβρωι’. soph. el. 4. 166ᵇ 1 παρὰ δὲ τὴν προσωιδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥάιδιον ποιῆσαι λόγον, ἐν δὲ τοῖς γεγραμμένοις καὶ ποιήμασι μᾶλλον, οἶον καὶ τὸν Ὅμηρον ἔνιοι διορθοῦνται πρὸς τοὺς ἐλέγχοντας ὡς ἀτόπως εἰρηκότα τὸ μὲν οὐ καταπύθεται ὄμβρωι [Ψ 328] . λύουσι γὰρ αὐτὸ τῆι προσωιδίαι λέγοντες τὸ ο̄ῡ ὀξύτερον· καὶ τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅτι οὐκ αὐτὸς ὁ Ζεὺς εἶπεν δίδομεν δέ οἱ εὖχος ἀρέσθαι’ [Β 15] , ἀλλὰ τῶι ἐνυπνίωι ἐνετέλλετο διδόναι.