1. PAUS. v 25, 4 [Untergang des messenischen Knabenchors auf der Fahrt nach Rhegion] τότε δὲ ἐπὶ τῆι ἀπωλείαι τῶν παίδων οἱ Μεσσήνιοι πένθος ἦγον, καὶ ἄλλα τέ σφισιν ἐς τιμὴν αὐτῶν ἐξευρέθη καὶ εἰκόνας ἐς Ὀλυμπίαν ἀνέθεσαν χαλκᾶς, σὺν δὲ αὐτοῖς τὸν διδάσκαλον τοῦ χοροῦ καὶ τὸν αὐλητήν. τὸ μὲν δὴ ἐπίγραμμα ἐδήλου τὸ ἀρχαῖον ἀναθήματα εἶναι τῶν ἐν πορθμῶι Μεσσηνίων· χρόνωι δὲ ὕστερον Ἱ. ὁ λεγόμενος ὑπὸ Ἑλλήνων γενέσθαι σοφὸς τὰ ἐλεγεῖα ἐπ’ αὐτοῖς ἐποίησεν· ἔργα δέ εἰσιν Ἠλείου Κάλωνος αἱ εἰκόνες. ΕΘΝΩΝ ΟΝΟΜΑΣΙΑΙ. 2. [3 Müller FHG II p. 61] SCHOL. APOLL. III 1179 [hinter 67 B 1] Ἱ. δὲ ὁ Ἠλεῖος ἐν Ἐθνῶν ὀνομασίαις ἔθνος τι καλεῖσθαι Σπαρτούς. ΟΛΥΜΠΙΟΝΙΚΩΝ ΑΝΑΓΡΑΦΗ. 3. [2] PLUT. Num. 1 τοὺς μὲν οὐν χρόνους ἐξακριβῶσαι χαλεπόν ἐστι καὶ μάλιστα τοὺς ἐκ τῶν Ὀλυμπιονικῶν ἀναγομένους, ὧν τὴν ἀναγραφὴν ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον ἀπ’ οὐδενὸς ὁρμώμενον ἀναγκαίου πρὸς πίστιν. ΣΥΝΑΓΟΓΗ. 4. [1] ATHEN. XIII 608 F ἐπὶ κάλλει δὲ . . . διαβόητοι γεγόνασι γυναῖκες Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱ. ὁ σοφιστὴς ἐν τῶι ἐπιγραφομένωι Συναγωγή. HESYCH. Θαργηλία· ἔστιν ἡ Θαργηλία Μιλησία μὲν τὸ γένος, εὐπρεπὴς δὲ τὴν ὄψιν καὶ τἆλλα σοφή, ὥστε στρατηγεῖν πόλεις καὶ δυνάστας. διὸ καὶ πλείστοις ἐγήματο τῶν διασημοτάτων. ΤΡΩΙΚΟΣ. 5. PLAT. Hipp. mai. p. 286 A [A 9]. Vgl. A 1 S. 282, 17.