Ἡδέως ἐπέγνων διὰ τῆς ἐπιστολῆς τὸ ἐπίμονόν σου τῆς πρὸς φιλομαθίαν οἰκειώσεως· τά τε γὰρ φυσικὰ τῶν ἐπιζητηθέντων ὑπὸ σοῦ καὶ τὰ περὶ τῶν παρὰ Ἀράτῳ λεγομένων ἐν ταῖς Συνανατολαῖς ἱκανωτέραν ἐνέφαινέ μοι φιλοτεχνίαν, καὶ πολλῷ γε μᾶλλον, ὅσῳ πεπλεόνακας ἐν ταῖς βιωτικαῖς ἀσχολίαις διὰ τὴν τῶν ἀξιολογωτάτων ἀδελφῶν ὠμὴν τελευτήν. περὶ μὲν οὖν τῶν ἄλλων μετὰ ταῦτά σοι τὴν ἰδίαν κρίσιν δια- σαφήσω· περὶ δὲ τῶν ὑπὸ Ἀράτου λεγομένων ἐν τοῖς Φαινομένοις νῦν προτέθειμαί σοι γράψαι, πᾶν καθόλου τὸ καλῶς ἢ κακῶς λεγόμενον 〈ἐν〉 αὐτοῖς ὑποδεικνύων. ἐξ ὧν ἔσται σοι φανερὰ πάντα καὶ τὰ παρὰ σοῦ δι- απορηθέντα. 1. Ἱππάρχου βηθυνοῦ B (V ι supra η scr.), Ἱππ. Βιθυνοῦ edd || 2. ἐξηγήσεων B edd. || 3. πρῶτον] βιβλίον πρῶτον P1P2, τὸ α΄ B (P3 α ον) ed. pr, βιβλία τρία, postea Βιβλίον πρῶτον supra textum graecum Ur. || 9. ἐν om. B. || 12. ὠμὴν*] ἡμῶν vulg.; ὑμῶν coni. Scal. || 17. καὶ om. M. Ἐξήγησιν μὲν οὖν τῶν Ἀράτου Φαινομένων καὶ ἄλλοι πλείονες συντετάχασιν· ἐπιμελέστατα δὲ δοκεῖ πάντων Ἄτταλος ὁ καθʼ ἡμᾶς μαθηματικὸς τὸν περὶ αὐτῶν πεποιῆσθαι λόγον. ἀλλὰ τὸ μὲν ἐξηγήσασθαι τὴν ἐν τοῖς ποιήμασι διάνοιαν οὐ μεγάλης ἐπιστροφῆς προσδεῖσθαι νομίζω· ἁπλοῦς τε γὰρ καὶ σύντομός ἐστι ποιητής, ἔτι δὲ σαφὴς τοῖς καὶ μετρίως παρηκολουθη- κόσι· τὸ δὲ συνεῖναι τὰ λεγόμενα περὶ τῶν οὐρανίων ὑπʼ αὐτοῦ, τίνα τε συμφώνως τοῖς φαινομένοις ἀνα- γέγραπται καὶ τίνα διημαρτημένως, τοῦτʼ ὠφελιμώτατον ἡγήσαιτʼ ἄν τις καὶ μαθηματικῆς ἴδιον ἐμπειρίας. Θεωρῶν δʼ οὖν 〈ἐν〉 τοῖς πλείστοις καὶ χρησιμω- τάτοις διαφωνοῦντα τὸν Ἄρατον πρὸς τὰ φαινόμενά τε καὶ γινόμενα κατὰ ἀλήθειαν, τούτοις δʼ ἅπασι σχεδὸν οὐ μόνον τοὺς ἄλλους, ἀλλὰ καὶ τὸν Ἄτταλον συνεπιγραφόμενον, ἔκρινα τῆς σῆς ἕνεκα φιλομαθίας καὶ τῆς κοινῆς τῶν ἄλλων ὡφελείας ἀναγράψαι τὰ