<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1419.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="3"><div type="textpart" subtype="section" n="4"><p> λέγω αὐτῇ: Κυρία, ἐπεὶ ἅπαξ ἄξιόν με ἡγήσω τοῦ πάντα μοι ἀποκαλύψαι, ἀποκάλυψον. ἡ
								δὲ λέγει μοι: Ὃ ἐὰν ἐνδέχηταί σοι ἀποκαλυφθῆναι, ἀποκαλυφθήσεται. μόνον ἡ καρδία σου
								πρὸς τὸν θεὸν ἤτω καὶ μὴ διψυχήσεις, ὃ ἂν ἴδῃς.</p></div><div type="textpart" subtype="section" n="5"><p> ἐπηρώτησα αὐτήν: Διατί ὁ πύργος ἐπὶ ὑδάτων ᾠκοδόμηται, κυρία; Εἶπά σοι, φησίν, καὶ
								τὸ πρότερον, καὶ ἐκζητεῖς ἐπιμελῶς: ἐκζητῶν οὖν εὑρίσκεις τὴν ἀλήθειαν. διατί οὖν
								ἐπὶ ὑδάτων ᾠκοδόμηται ὁ πύργος, ἄκουε: ὅτι ἡ ζωὴ ὑμῶν διὰ ὕδατος ἐσώθη καὶ
								σωθήσεται. τεθεμελίωται δὲ ὁ πύργος τῷ ῥήματι τοῦ παντοκράτορος καὶ ἐνδόξου
								ὀνόματος, κρατεῖται δὲ ὑπὸ τῆς ἀοράτου δυνάμεως τοῦ δεσπότου. </p></div></div><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="1"><p> Ἀποκριθεὶς λέγω αὐτῇ: Κυρία, μεγάλως καὶ θαυμαστῶς ἔχει τὸ πρᾶγμα τοῦτο: οἱ δὲ <pb n="36"/> νεανίσκοι οἱ ἓξ <note n="1">e(/c Nc AL, e(ch/konta N, om. E. (but in the
									next verse N also reads e(/c).</note> οἱ οἰκοδομοῦντες, τίνες εἰσίν. κυρία; Οὗτοί
								εἰσιν οἱ ἅγιοι ἄγγελοι τοῦ θεοῦ οἱ πρῶτοι κτισθέντες, οἷς παρέδωκεν ὁ κύριος πᾶσαν
								τὴν κτίσιν αὐτοῦ αὔξειν καὶ οἰκοδομεῖν καὶ δεσπόζειν τῆς κτίσεως πάσης: διὰ τούτων
								οὖν τελεσθήσεται ἡ οἰκοδομὴ τοῦ πύργου.</p></div><div type="textpart" subtype="section" n="2"><p> Οἱ δὲ ἕτεροι οἱ παραφέροντες τοὺς λίθους, τίνες εἰσίν; Καὶ αὐτοὶ ἅγιοι ἄγγελοι τοῦ
								θεοῦ: οὗτοι δὲ οἱ ἓξ ὑπερέχοντες αὐτούς εἰσιν: συντελεσθήσεται οὖν ἡ οἰκοδομὴ τοῦ
								πύργου, καὶ πάντες ὁμοῦ εὐφρανθήσονται κύκλῳ τοῦ πύργου καὶ δοξάσουσιν τὸν θεόν, ὅτι
								ἐτελέσθη ἡ οἰκοδομὴ τοῦ πύργου.</p></div><div type="textpart" subtype="section" n="3"><p> ἐπηρώτησα αὐτὴν λέγων: Κυρία, ἤθελον γνῶναι τῶν λίθων τὴν ἔξοδον καὶ τὴν δύναμιν
								αὐτῶν, ποταπή ἐστιν. ἀποκριθεῖσά μοι λέγει: Οὐχ ὅτι σὺ ἐκ πάντων ἀξιώτερος εἶ, ἵνα
								σοι ἀποκαλυφθῇ. ἄλλοι γάρ σου πρότεροί εἰσιν καὶ βελτίονές σου, οἷς ἔδει
								ἀποκαλυφθῆναι τὰ ὁράματα ταῦτα: ἀλλ̓ <note><bibl corresp="urn:cts:greekLit:tlg0527.tlg027:86.9 urn:cts:greekLit:tlg0527.tlg027:86.12">Ps. 86, 9. 12</bibl></note> ἵνα δοξασθῇ τὸ ὄνομα τοῦ θεοῦ, σοὶ ἀπεκαλύφθη καὶ ἀποκαλυφθήσεται διὰ τοὺς
								διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστιν ταῦτα ἢ οὐκ
								ἔστιν. <note n="2">ei) a)/ra... ou)k e)/stin om. N%2.</note> λέγε αὐτοῖς, ὅτι ταῦτα
								πάντα ἐστὶν ἀληθῆ καὶ οὐθὲν ἔξωθέν ἐστιν τῆς ἀληθείας, ἀλλὰ πάντα ἰσχυρὰ καὶ βέβαια
								καὶ τεθεμελιωμένα ἐστίν. </p></div></div></div></div></body></text></TEI>