ἐρεῖς δὲ Μαξίμῳ: Ἰδοῦ, θλῖψις ἔρχεται: ἐάν σοι φανῇ, πάλιν ἄρνησαι. Ἐγγὺς κύριος τοῖς ἐπιστρεφομένοις, ὡς Eldad and Modat γέγραπται ἐν τῷ Ἐλδὰδ καὶ Μωδάτ, *)elda\d kai\ *mwda/t N, *)ela\d kai\ *mwda/d A, Heldam et Modal L1, Heldat et Modat L2, Eldad et Mudath A. τοῖς προφητεύσασιν ἐν τῇ ἐρήμῳ τῷ λαῷ. Ἀπεκαλύφθη δέ μοι, ἀδελφοί, κοιμωμένῳ ὑπὸ νεανίσκου εὐειδεστάτου λέγοντός μοι: Τὴν πρεσβυτέραν, παῤ ἧς ἔλαβες τὸ βιβλίδιον, τίνα δοκεῖς εἶναι; ἐγώ φημι: Τὴν Σίβυλλαν. Πλανᾶσαι, φησίν, οὐκ ἔστιν. Τίς οὖν ἐστιν; φημί. Ἡ Ἐκκλησία, φησίν. εἶπον αὐτῷ: Διατί οὖν πρεσβυτέρα; Ὅτι, φησίν, πάντων πρώτη ἐκτίσθη: διὰ τοῦτο πρεσβυτέρα: καὶ διὰ ταύτην ὁ κόσμος κατηρτίσθη. μετέπειτα δὲ ὅρασιν εἶδον ἐν τῷ οἴκῳ μου. ἦλθεν ἡ πρεσβυτέρα καὶ ἠρώτησέν με, εἰ ἤδη τὸ βιβλίον δέδωκα τοῖς πρεσβυτέροις. ἠρνησάμην δεδωκέναι. Καλῶς, φησίν, πεποίηκας: ἔχω γὰρ ῥήματα προσθεῖναι. ὅταν οὖν ἀποτελέσω τὰ ῥήματα πάντα, διὰ σοῦ γνωρισθήσεται τοῖς ἐκλεκτοῖς πᾶσιν. γράψεις οὖν gra/yeis ou)=n Nc AL1, gra/yeis N, kai\ gra/yeis L2F. δύο βιβλαρίδια καὶ πέμψεις ἓν Κλήμεντι καὶ ἓν Γραπτῇ. πέμψει οὖν Κλήμης εἰς τὰς ἔξω πόλεις, ἐκείνῳ γὰρ ἐπιτέτραπται: Γραπτὴ δὲ νουθετήσει τὰς χήρας καὶ τοὺς ὀρφανούς. σὺ δὲ ἀναγνώσῃ εἰς ταύτην τὴν πόλιν μετὰ τῶν πρεσβυτέρων τῶν προϊσταμένων τῆς ἐκκλησίας. Ὅρασις γ Ἣν εἶδον, ἀδελφοί, τοιαύτη.