<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1419.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="2"><p> Τὸ σπέρμα σου, Ἑρμᾶ, ἠθέτησαν εἰς τὸν θεὸν καὶ ἐβλασφήμησαν εἰς τὸν κύριον καὶ
								προέδωκαν τοὺς γονεῖς αὐτῶν ἐν πονηρίᾳ μεγάλῃ καὶ ἤκουσαν προδόται γονέων καὶ
								προδόντες οὐκ ὠφελήθησαν, ἀλλὰ ἔτι προσέθηκαν ταῖς ἁμαρτίαις αὐτῶν τὰς ἀσελγείας καὶ
								συμφυρμοὺς πονηρίας, καὶ οὕτως ἐπλήσθησαν αἱ ἀνομίαι αὐτῶν.</p></div><div type="textpart" subtype="section" n="3"><p> ἀλλὰ γνώρισον ταῦτα τὰ ῥήματα τοῖς τέκνοις σου πᾶσιν καὶ τῇ συμβίῳ σου τῇ μελλούσῃ
									<note n="2">mellou/sh| N, mellou/sh| sou A(L).</note> ἀδελφῇ: καὶ γὰρ αὕτη οὐκ
								ἀπέχεται τῆς γλώσσης, ἐν ᾗ πονηρεύεται: ἀλλὰ ἀκούσασα τὰ ῥήματα ταῦτα ἀφέξεται καὶ
								ἕξει <note n="3">e(/ceis N.</note> ἔλεος.</p></div><div type="textpart" subtype="section" n="4"><p> μετὰ τὸ γνωρίσαι σε ταῦτα τὰ ῥήματα αὐτοῖς, ἃ ἐνετείλατό μοι ὁ δεσπότης ἵνα σοι
									<pb n="20"/> ἀποκαλυφθῇ, τότε <note n="1">to/te AL1E, po/te N L2.</note> ἀφίενται
								αὐτοῖς αἱ ἁμαρτίαι πᾶσαι, ἃς πρότερον ἥμαρτον, καὶ πᾶσιν τοῖς ἁγίοις τοῖς
								ἁμαρτήσασιν μέχρι ταύτης τῆς ἡμέρας, ἐὰν ἐξ ὅλης τῆς καρδίας μετανοήσωσιν καὶ ἄρωσιν
								ἀπὸ τῆς καρδίας <note n="2">th=s kardi/as N, tw=n kardiw=n A(L).</note> αὐτῶν τὰς
								διψυχίας.</p></div><div type="textpart" subtype="section" n="5"><p> ὤμοσεν γὰρ ὁ δεσπότης κατὰ τῆς δόξης αὐτοῦ ἐπὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ: ἐὰν ὡρισμένης
								τῆς ἡμέρας ταύτης ἔτι ἁμάρτησις γένηται, μὴ ἔχειν αὐτοὺς σωτηρίαν: ἡ γὰρ μετάνοια
								τοῖς δικαίοις ἔχει τέλος: πεπλήρωνται αἱ ἡμέραι μενανοίας πᾶσιν τοῖς ἁγίοις: καὶ
								τοῖς δὲ ἔθνεσιν μετάνοιά ἐστιν ἕως ἐσχάτης ἡμέρας.</p></div><div type="textpart" subtype="section" n="6"><p> ἐρεῖς οὖν τοῖς προηγουμένοις τῆς ἐκκλησίας, ἵνα κατορθώσωνται τὰς ὁδοὺς αὐτῶν ἐν
								δικαιοσύνῃ, ἵνα ἀπολάβωσιν ἐκ πλήρους τὰς ἐπαγγελίας μετὰ πολλῆς δόξης. <note><bibl corresp="urn:cts:greekLit:tlg0527.tlg027:15.2 urn:cts:greekLit:tlg0031.tlg005:10.35 urn:cts:greekLit:tlg0031.tlg019:11.33">Ps. 15, 2; Acts 10, 35; Heb. 11, 33</bibl></note>
							</p></div></div></div></div></body></text></TEI>