<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="71"><head xml:lang="lat" rend="center">CAPUT LXXI.</head><p rend="indent">Τὸν μὲν γὰρ Αἴολον ἐξαιρέτως ἔγωγε νομίζω τὸν ἐνιαυτὸν εἶναι, ταῖς δωδεκαμήνοις τοῦ χρόνου περιόδοις ἐνδεδεμένον. ὠνόμασται γοῦν αἲολος, τουτέστι ποικίλος, ἐπειδήπερ οὐκ ἰσοχρόνῳ καὶ μονοειδεῖ κατὰ πᾶσαν ὥραν τῇ φύσει συνήνωται, διάφοροι δ’ αὐτὸν αἱ παρ’ ἕκαστα μεταβολαὶ ποικίλλουσιν. ἔκ τε γὰρ ἀργαλέου κρύους εἰς πραεῖαν ἡδονὴν ἔαρος γαληνοῦται, καὶ τὸ νοτερὸν τῆς ἐαριζούσης καταστάσεως ἔμπυρος ἡ τοῦ θέρους βία πυκνοῖ. μετόπωρον δὲ, φθινὰς ὥρα καρπῶν ἐτησίων, τὸ θέρειον ἐκλύσασα θάλπος, ὥραις χειμερίαις προοιμιάζεται. ταύτης δὲ τῆς ποικιλίας ὁ ἐνιαυτὸς ὤν πατὴρ, εἰκότως αἴολος ὠνόμασται, παῖδα δ’ αὐτὸν ὠνόμασεν Ἱππότου· τί γὰρ ὀξύτερον χρόνου, ἀεὶ φερομένῳ καὶ ῥέοντι τῷ τάχει τοὺς ὅλους αἰῶνας ἐκμετρουμένου; τί δ’ οὕτω ποδῶκες; δώδεκα δ’ αὐτοῦ παῖδές εἰσιν οἱ μῆνες· <quote type="blockquote">Ἓξ μὲν θυγατέρες, ἓξ δ’ υἱέες ἡβώοντες.</quote> Τὸ μὲν εὔκαρπον καὶ γόνιμον τῶν τὸ θέρος ἐμπιμπλάντων μηνῶν θηλείᾳ γονῇ προσείκασε, τὸ δὲ στερρὸν καὶ πεπηγὸς τῶν χειμερίων ἠρρένωσεν. οὐκ ἀσεβὴς δ’ οὐδ’ ὁ περὶ τῶν γάμων μῦθος. ἀλλὰ τοὺς ἀδελφοὺς ἀνέμιξε <pb facs="heraclitiallegor00herauoft_0159"/> ταῖς ἀδελφαῖς· ἐπειδήπερ ὑπ’ ἀλλήλων συμβέβηκε τὰς ὥρας ὀχεῖσθαι. ταμίας δ’ ἐστὶν ἀνέμων, <quote type="blockquote">Ἠμὲν παυέμεναι, ἠδ’ ὀρνύμεν, ὅν κ’ ἐθέλῃσιν.</quote></p><p rend="indent">Ἔμμηνοι γὰρ αἱ τούτων φοραὶ, καὶ κατὰ προθεσμίαν πνέουσαι, δεσπότης δ’ ἁπάντων ὁ ἐνιαυτός.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="72"><head xml:lang="lat" rend="center">CAPUT LXXII. </head><p rend="indent">Καὶ τὰ μὲν ὑπὲρ Αἰόλου τοιαύτης ἠξίωται φυσιολογίας. ὁ δὲ Κίρκης κυκεὼν ἡδονῆς ἐστὶν ἀγγεῖον, ὃ πίνοντες οἱ ἀκόλαστοι διὰ τῆς ἐφημέρου πλησμονῆς συῶν ἀθλιώτερον βίον ζῶσιν. διὰ τοῦτο οἱ μὲν Ὀδυσσέως ἑταῖροι χορὸς ὄντες ἠλίθιος ἥττηνται τῆς γαστριμαργίας. ἡ δ’ Ὀδυσσέως φρόνησις ἐνίκησε τὴν παρὰ Κίρκῃ τρυφήν. ἀμέλει τὸ πρῶτον ἐκ τῆς νεὼς ἀνιόντι καὶ πλησίον ὄντι τοῖς προθύροις Ἑρμῆς ἐφίσταται, τουτέστιν ὁ ἔμφρων λόγος. ὑφιστάμεθα γοῦν ἐτύμως αὐτὸν Ἑρμῆν λέγεσθαι παντὸς τοῦ νοουμένου κατὰ ψυχὴν ἑρμηνέα τινὰ ὄντα. τετράγωνόν τε ζωγράφων καὶ λιθοξόων χεῖρες αὐτὸν ἐλείαναν, ὅτι πᾶς ὀρθὸς λόγος ἑδραίαν ἔχει τὴν βάσιν οὐκ ὀλισθηρῶς ἐφ’ ἑκάτερα κυλινδούμενος. καὶ μὴν καὶ πτεροῖς ἀνέστεψαν αὐτὸν, αἰνιττόμενοι τὸ παντὸς λόγου τάχος, εἰρήνῃ τε χαίρει· πόλεμοι γὰρ ἥκιστα λόγων ἐνδεεῖς, <pb facs="heraclitiallegor00herauoft_0160"/> τὸ γὰρ πλεῖστον ἐν αὐτοῖς κράτος εἰλήχασι χεῖρες. Ὅμηρος δὲ καὶ διὰ τῶν ἐπιθέτων τοῦτ’ ἔοικεν ἡμῖν σαφέστερον ποιεῖν. ἀργειφόντην τε γὰρ αὐτὸν ὀνομάζει, οὐ μὰ Δί’ οὐ τοὺς Ἡσιοδείους μύθους ἐπιστάμενος, ὅτι τὸν βουκόλον Ἰοῦς ἐφόνευσεν, ἀλλ’ ἐπειδὴ μία παντὸς λόγου φύσις, ἐκφαίνειν, ἐναργῶς τὸ νοούμενον, διὰ τοῦτο εἶπεν αὐτὸν ἀργειφόντην. ἐριούνιον δὲ καὶ σῶκον, ἔτι δ’ ἀκάκητα, ὅτι ἐκτὸς τῆς κακίας ὁ λόγος ᾤκισται, σώζει τε πάντα τὸν χρώμενον αὐτῷ καὶ μέγα ὠφέλησεν. τί δὴ οὖν διπλᾶς καὶ διχρόνους διένειμε τῷ θεῷ τιμὰς, τὴν μὲν ὑπὸ γῆν χθονίαν, τὴν δ’ ὑπὲρ ἡμᾶς οὐράνιον; ἐπειδή διπλοῦς ὁ λόγος. τούτων δ’ οἱ φιλόσοφοι τὸν μὲν ἐνδιάθετον καλοῦσι, τὸν δὲ προφορικόν. ὁ μὲν οὖν τῶν ἔνδον λογισμῶν ἐστὶν ἐξάγγελος, ὁ δ’ ὑπὸ τοῖς στέρνοις καθεῖρκται. φασὶ δὲ τούτῳ χρῆσθαι καὶ τὸ θεῖον. μηδενὸς γὰρ ὄντες ἐνδεεῖς τὴν φωνὴν τῆς χρείας ἐν αὐτοῖς στέργουσι. διὰ τοῦτο οὖν Ὅμηρος τὸν μὲν ἐνδιάθετον εἶπε χθόνιον. ἀφανὴς γὰρ ἐν τοῖς τῆς διανοίας βυθοῖς ἀπεσκότωται, τὸν δὲ προφορικὸν, ἐπεὶ πόρρωθέν ἐστι δῆλος, ἐν οὐρανῷ κατῴκισεν. γλῶττα δ’ αὐτῷ θυσία, τὸ μόνον λόγου μέρος, καὶ τελευταίῳ ἐπὶ κοίτην ἰόντες Ἑρμῇ σπένδουσιν, ἐπεὶ πάσης φωνῆς ἔστιν ὅρος ὕπνος. οὗτος οὖν Ὀδυσσεῖ παρέστηκε σύμβουλος ἐπὶ <pb facs="heraclitiallegor00herauoft_0161"/> Κίρκην βαδίζοντι. καὶ κατ’ ἀρχὰς μὲν ὑπ’ ὀργῆς τε καὶ λύπης ὧν ἐπύθετο φερόμενος, ἀκρίτως ἐνθουσιᾷ. μετὰ μικρὸν δ’ ἐκείνων τῶν παθῶν μαραινομένων ὑπαναφύεται τὸ μετὰ τοῦ συμφέροντος εὐλόγιστον. ὅθεν Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν αὐτῷ. τὸ μέν γε χρυσοῦν ἀντὶ τοῦ καλοῦ παρείληπται. τὸ δὲ ῥάπτειν μεταφορικῶς ἀντὶ τοῦ συντιθέναι τε καὶ διανοεῖσθαι. λέγει γοῦν ἐν ἑτέροις· κακὰ ῥάπτομεν ἀμφιέποντες. διὰ τοῦτο καὶ μύθους εἶπε πλοκίους, ἐπεὶ λόγος ἐκ λόγου γινόμενος καἱ συρραφεὶς ἑαυτῷ εὑρίσκει τὸ συμφέρον. οὐκοῦν χρυσόρραπιν εἶπε τὸν λόγον ἐκ τοῦ δύνασθαι καλῶς βουλεύεσθαί τε καὶ ῥάπτειν πράγματα.. παραστὰς οὖν οὗτος ὁ λογισμὸς ἀπὸ τῆς ἀκρατοῦς ὀργῆς ἐπέπληξεν αὐτῷ, μάτην κατασπεύδοντι· τίπτ’ αὖτ’ ὦ δύστηνε δι’ ἀκρίας ἔρχεαι οἶος, χώρου ἄιδρις ἐών; ταῦτα πρὸς ἑαυτὸν ἐλάλησεν Ὀδυσσεὺς, μετανοοῦντι λογισμῷ τὴν πρότερον ὁρμὴν χαλινώσας. τὴν δὲ φρόνησιν οὐκ ἀπιθάνως μῶλυ προσεῖπε, μόλις εἰς ἀνθρώπους ἐρχομένην. φύσις δ’ αὐτῆς ῥίζα μέλαινα, γάλακτι δὲ εἴκελον ἄνθος, πάντα γὰρ οὖν συλλήβδην τὰ τηλικαῦτα τῶν ἀγαθῶν τὰς μὲν ἀρχὰς προσάντεις καὶ χαλεπὰς ἔχει· γεννικῶς δ’ ὅταν ὑποστῇ τις ἐναθλήσας τῷ κατ’ ἀρχὰς <pb facs="heraclitiallegor00herauoft_0162"/> πόνῳ, τηνικαῦτα γλυκὺς ἐν φωτὶ τῶν ὠφελειῶν ὁ καρπός· ὑπὸ τοῦ τοιούτου φρουρούμενος Ὀδυσσεὺς λογισμοῦ τὰ Κίρκης νενίκηκε φάρμακα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="73"><head xml:lang="lat" rend="center">CAPUT LXXIII.</head><p rend="indent">Μεταβὰς δ’ ἐκ τῶν ὑπὲρ γῆς θεωρημάτων οὐδὲ τὴν ἀφανῆ καὶ νεκρὰν φύσιν εἴασεν ἀναλληγόρητον. ἀλλὰ καὶ τὰ ἐν Ἃιδου συμβολικῶς ἐφιλοσόφησε. Κωκυτὸς οὖν ὁ πρῶτος ὀνομάζεται ποταμὸς, ἐπώνυμον ἀνθρωπίνου πάθους κακόν. θρῆνοι γὰρ ἐπὶ τοῖς τεθνεῶσιν οἱ παρὰ τῶν ζώντων. Πυριφλεγέθοντα δ’ ἐφεξῆς ὀνομάζει. μετὰ γὰρ τὰ δάκρυα ταφαὶ καὶ πῦρ ἀφανίζον, ὅ ἐστι θνητῆς σαρκὸς ἐν ἡμῖν. ἀμφοτέρους δὲ τοὺς ποταμοὺς εἰς ἕνα τὸν Ἀχέροντα συρρέοντας οἶδεν, ἐπείπερ ἐκδέχεται μετὰ τοὺς πρώτους κωκυτοὺς παὶ τὴν ὀφειλομένην ταφὴν ἄχη τινὰ καὶ λῦπαι χρόνιοι, πρὸς ὀλίγας ὑπομνήσεις ἐρεθίζουσαι τὰ πάθη. Στυγὸς δ’ ἀπορρῶγες οἱ ποταμοὶ διὰ τὴν στυγνότητα, καὶ τὴν ἐπὶ τῷ θανάτῳ. κατήφειαν. αἵδης μὲν οὖν ὁ ἀφανὴς τόπος ἐπωνύμως ὠνόμασται. Φερσεφόνη δ’ ἀλληγορικῶς ἡ τὰ πάντα πεφυκυῖα διαφθείρειν, ἐν οἷς οὐκ ὄγχνῃ ἐπ’ ὄγχνῃ γηράσκει μῆλον δ’ ἐπὶ μήλῳ. τὰ δ’ ἐνερριζωμένα πρέμνα τοῖς ἄλσεσιν <pb facs="heraclitiallegor00herauoft_0163"/> αἴγειροι καἱ ἰτέαι ὠλεσίκαρποι. τὰς δὲ θυσίας. συνῳκείωσε τῷ τόπῳ...... τῆς σελήνης ἀμαυρουμένης ὁ τοῦ ἡλίου κύκλος ἀμβλύνεται, καὶ πολλάκις ἄστρων διαφεγγεῖς ὁρῶμεν μαρμαρυγάς. εὐλόγως οὖν τοῦτο Θεοκλύμενος εἶπεν, ὁ τὰ θεῖα κλύων. εὗρε γὰρ ἄξιον τῆς φυσικῆς θεωρίας καὶ τοὔνομα. <quote type="blockquote">νυκτὶ μὲν ὑμέων. <lb/>Εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.</quote></p><p rend="indent">Καὶ μὴν ἐν ταῖς ἐκλείψεσιν αἵματι προσφερὲς χροιᾷ τὸ φαινόμενον. ἐκφοινίσσεται γάρ· διὰ τοῦτο καὶ ἐπήγαγεν· <quote type="blockquote">αἵματι δ’ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι.</quote> προθεσμία δὲ τῆς ἐκλείψεως, ἣν Ἵππαρχος ἠκρίβωσε κατὰ τὴν ὀνομαζομένην τριακάδα καὶ νουμηνίαν, ἣν Ἀττικῶν παῖδες ἕνην τε καὶ νέαν ὀνομάζουσιν. οὐδ’ ἂν ἄλλην τις εὕροι τῆς ἐκλείψεως ἡμέραν. ὅ τε οὖν Θεοκλύμενος ἱστορεῖ ταῦτα. τίς δ’ ἦν ὁ χρόνος, ἔξεστι παρ’ αὐτοῦ μαθεῖν Ὁμήρου· <pb facs="heraclitiallegor00herauoft_0164"/> <quote type="blockquote">τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δ’ ἱσταμένοιο.</quote> τοσαύτη καὶ περὶ τῶν παρακολουθούντων καὶ τῆς προθεσμίας ἡ κατὰ τὴν ἔκλειψιν ἀκρίβεια. τί δεῖ τούτοις ἅπασι προσθεῖναι τὴν ἐπὶ τέλει μνηστηροφονίας παρεστῶσαν Ἀθηνᾶν Ὀδυσσεῖ, τουτέστι τὴν φρόνησιν; εἰ μὲν γὰρ ἐκ τοῦ φανεροῦ καὶ βιαζόμενος ἠμύνατο τοὺς λελυπηκότας, Ἄρης ἀν αὐτῷ συνηγωνίζετο. νῦν δὲ δόλῳ καὶ τέχνῃ περιελθὼν, ἵν’ ἀγνοούμενος ἕλῃ, διὰ συνέσεως κατώρθωσε. ἃ δὴ πάντα καθ’ ἓν ἀθροίσαντες, ἀλληγορίας πλήρη τὴν ὅλην ποίησιν εὑρίσκομεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="74"><head xml:lang="lat" rend="center">CAPUT LXXIV.</head><p rend="indent">Ἆρ’ οὖν ἐπὶ τούτοις ὁ μέγας οὐρανοῦ καὶ θεῶν ἱεροφάντης Ὅμηρος, ὁ τὰς ἀβάτους καὶ κεκλεισμένας ἀνθρωπίναις ψυχαῖς ἀτραποὺς ἐπ’ οὐρανὸν ἀνοίξας, ἐπιτήδειός· ἐστι κατακριθῆναι δυσσεβεῖν, ἵνα ταύτης τῆς ἀνοσίου καὶ μιαρᾶς ψήφου διενεχθείσης, ἀναιρεθέντων τε τῶν ποιημάτων, ἄφωνος ἀμαθία τοῦ κόσμου κατασκεδασθῇ, καὶ μήτε νηπίων παίδων χορὸς ὠφελῆται, τὰς σοφίας παρ’ Ὁμήρου πρῶτον ὡς ἀπὸ τιθήνης ποτιζόμενος γάλα, μήτ’ ἀντὶ παίδων οἱ νεανίαι καὶ τὸ παρηβηκὸς ἤδη τῷ χρόνῳ γῆρας ἀπολαύῃ τινὸς ἡδονῆς, πᾶς δ’ ὁ βίος ἀφαιρεθεὶς τὴν γλῶτταν ἐν κωφότητι διάγῃ; <pb facs="heraclitiallegor00herauoft_0165"/> Φυγαδενέτω τοίνυν ἀπὸ τῆς ἰδίας πολιτείας Πλάτων Ὅμηρον, ὃς αὑτὸν ἐξ Ἀθηνῶν ἐφυγάδενσεν εἰς Σικελίαν. ἔδει δὲ ταύτης τῆς πολιτείας Κριτίαν ἀπωστὸν εἶναι, τύραννος γὰρ, ἢ Ἀλκιβιάδην, τὸν ἐν παισὶ μὲν ἀπρεπῶς θῆλυν, ἐν δὲ μειρακίοις ἄνδρα, τὸν ἐν συμποσίοις Ἐλευσίνια παίζοντα, καὶ Σικελίας μὲν ἀποστάτην, Δεκελείας δὲ κτιστήν. ἀλλά τοι Πλάτων μὲν Ὅμηρον τῆς ἰδίας ἐξώρισε πόλεως. ὁ δὲ σύμπας κόσμος Ὁμήρον μία φησὶν εἶναι πατρίς· <quote type="blockquote">Ὁπποίας τὸν Ὅμηρον ἀναγραψώμεθα πάτρης, <lb/>Κεῖνον ἐφ’ ὃν πᾶσαι χεῖρ’ ὀρέγουσι πόλεις,</quote> ἐξόχως δ’ Ἀθῆναι, αἱ Σωκράτην μὲν ἀρνησάμεναι πολίτην μέχρι φαρμάκου, μίαν δ’ εὐχὴν ἔχουσαι δοκεῖν Ὁμήρου πατρὶς εἶναι. Πῶς γε μὴν αὐτὸς Ὅμηρος ἐμπολιτεύεσθαι τοῖς Πλάτωνος ἂν ἐκαρτέρησε νόμοις, οὕτως ἐναντίᾳ καὶ μαχομένῃ στάσει διῳκισμένων αὐτῶν; ὁ μὲν γὰρ συμβουλεύει κοινοὺς γάμους τε καὶ τέκνα. τῷ δ’ ἄμφω τὰ σωμάτια γάμοις σώφροσι καθωσίωται. διὰ <pb facs="heraclitiallegor00herauoft_0166"/> μὲν γὰρ Ἑλένην ἐστρατεύκασιν Ἕλληνες. διὰ Πηνελόπην δ’ Ὀδυσσεὺς πλανᾶται καὶ θεσμοὶ δικαιότατοι δι’ ἀμφοῖν τῶν Ὁμήρου σωματίων παντὸς ἀνθρωπίνου βίου ἐμπολιτεύονται. τοὺς δὲ Πλάτωνος διαλόγους ἄνω καὶ κάτω παιδικοὶ καθυβρίζουσιν ἔρωτες, οὐδαμοῦ δ’ οὐχὶ τῆς ἄρρενος ἐπιθυμίας μεστός ἐστιν ὁ ἀνήρ. Μούσας μὲν Ὅμηρος ἐπικαλεῖται θεὰς παρθένους ἐπὶ τοῖς λαμπροτάτοις τῶν κατορθωμάτων, ὅπου τι καὶ γεννικόν ἐστιν ἐπίτευγμα καὶ τῆς Ὁμηρικῆς θειότητος ἄξιον. . . . . . . . οὐκ ἔλασσον ἢ κατὰ πόλιν διαταττομένη καὶ μεγάλαις ἡρώων ἀριστείαις. συνεχῶς οὖν καθάπερ εἰς χῶρον αὐτῷ συνήθη τὸν Ἑλικώνιον ἐφίσταται λέγων· <quote type="blockquote">Ἕσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι, <lb/>Οἵτινες ἡγέμονες Δαναῶν καὶ κοίρανοι ἦσαν <lb/>Ἕσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι. <lb/>Ὅστις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίος ἦλθεν·</quote> ἢ πάλιν ἡνίκα τῆς Ἀγαμέμνονος ἀνδραγαθίας ἐνάρχεται, τοῖς τρισὶ θεοῖς ἥρωα σύμμορφον ὑμνῶν. ἀλλ’ ὅ γε <pb facs="heraclitiallegor00herauoft_0167"/> θαυμαστὸς ἐν τῷ περικαλλεῖ Φαίδρῳ τῆς σώφρονος ὑπὲρ ἐρώτων διακρίσεως ἀρχόμενος ἐτόλμησεν ὡς ὁ Λοκρὸς Αἴας ἐν τῷ παρθενῶνι τῆς ἁγιωτάτης θεᾶς, ἄγος τι Μουσῶν κατασπείσας, τὰς σώφρονας ἔργων ἀσελγῶν καλέσαι βοηθούς. « Ἄγετε δὴ, ὦ Μοῦσαι, εἴτε δι’ ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετ’ ἐπωνυμίαν, ξύμ μοι λάβεσθε τοῦ μύθου.” περὶ τίνος, εἴποιμεν ἂν, ὦ θαυμασιώτατε Πλάτων, περὶ οὐρανοῦ καὶ τῆς τῶν ὅλων φύσεως ἢ περὶ γῆς καὶ θαλάσσης; ἀλλ’ οὐδὲ περὶ ἡλίου καὶ σελήνης οὐδὲ περὶ ἀπλανῶν τε καὶ πλανήτων κινήσεως. ἀλλὰ τί τῆς εὐχῆς πέρας ἐστὶν, αἰσχύνομαι καὶ λέγειν· ἦν οὕτω δὴ παῖς καλὸς, μᾶλλον δὲ μειρακίσκος, οὗ πολλοὶ μὲν ἦσαν ἐρασταὶ, εἷς δέ τις αἱμύλος, ὃς ἐπεπείκει αὐτὸν ἐρῶν ὅτι οὐκ ἐρῴη καί ποτε αὐτὸν αἰτῶν ἔλεγεν ὧδε γνμνοῖς τοῖς ὄμμασι τὴν ἀσέλγειαν οὐδ’ εὐπρεπεῖ σχήματι τὸ τοῦ πράγματος αἰσχρὸν ὑποκλέψας. τοιγαροῦν εἰκότως ὁ μὲν Ὁμήρου λόγος ἡρώων ἐστὶ βίος, οἱ δὲ Πλάτωνος διάλογοι μειρακίων εἰσὶν ἔρωτες καὶ πάντα παρ’ Ὁμήρῳ <pb facs="heraclitiallegor00herauoft_0168"/> γεννικῆς ἀρετῆς γέμει. φρόνιμος Ὀδυσσεὺς, ἀνδρεῖος Αἴας, σώφρων Πηνελόπη, δίκαιος ἐν ἅπασι Νέστωρ, εὐσεβὴς εἰς πατέρα Τηλέμαχος, ἐν φιλίαις πιστὸς ὁ Ἀχιλλεὺς, ὑπὲρ ὧν παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐξώρισται τῆς πόλεως. πλὴν εἰ μὴ διὰ βίου ὠφέλειαν φήσομεν εἶναι τὰ σεμνὰ τῶν ἰδεῶν τερετίσματα καὶ παρ’ Ἀριστοτέλει τῷ μαθητῇ γελώμενα. διὰ τοῦτο ἀξίας οἶμαι τῶν καθ’ Ὁμήρου λόγων τὰς δίκας ὑπέσχεν, ἀκόλαστον γλῶσσαν ἐχων αἰσχίστην νόσον, ὡς ὁ Τάνταλος, ὡς ὁ Καπανεὺς, ὡς οἱ διὰ γλωσσαλγίαν μυρίαις κεχρημένοι συμφοραῖς. πολλάκις ἐπὶ τὰς τυραννικὰς ἐφθείρετο θύρας, ἐν ἐλευθέρῳ δὲ σώματι δουλικὴν ἠνέσχετο τύχην καὶ μέχρι πράσεως. οὐδ’ εἷς γὰρ ἀγνοεῖ τὸν Σπαρτιάτην Πόλλιν, ᾧ οὐδ’ ὡς Λιβυκοῦ χάρις ἐλέου σέσωσται, καὶ μνῶν εἴκοσι καθάπερ ἀνδράποδον εὐτελὲς ἐτιμήθη, καὶ ταῦτα τῶν εἰς Ὅμηρον ἀσεβημάτων ὀφειλομένην τιμωρίαν ὑποσχὼν ἀχαλίνου γλώσσης.</p></div><pb facs="heraclitiallegor00herauoft_0169"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="75"><head xml:lang="lat" rend="center">CAPUT LXXV.</head><p rend="indent">Πρὸς μὲν οὖν Πλάτωνα καὶ πλείω λέγειν δυνάμενος ἐῶ, τοὔνομα τῆς Σωκρατικῆς φιλοσοφίας αἰδούμενος. Ὁ δὲ Φαίαξ φιλόσοφος Ἐπίκουρος, ὁ τῆς ἡδονῆς ἐν τοῖς ἰδίοις κήποις γεωργὸς, ὁ πᾶσαν ποιητικὴν ἄστροις σημειωσάμενος, οὐκ ἐξαιρέτως μόνον Ὅμηρον, ἆρ’ οὐχὶ καὶ ταῦθ’ ἃ μόνα τῷ βίῳ παρέδωκε αἰσχρῶς ἀγνοήσας παρ’ Ὁμήρου κέκλοφεν; ἃ γὰρ Ὀδυσσεὺς ὑποκρίσει παρ’ Ἀλκίνῳ μὴ φρονῶν ἐψεύσατο ταῦτα ὡς ἀληθεύων ἀπεφήνατο τέλος βίου, ὅταν <quote type="blockquote">εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα <lb/>Δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ, <lb/>Τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι·</quote> λέγει δ’ Ὀδυσσεὺς οὐχ ὁ παρὰ Τρωσὶν ἀριστεύων, οὐχ ὁ Θρᾴκην κατασκάπτων οὐδ’ ὁ τὰς παρὰ Λωτοφάγοις ἡδονὰς παραπλέων, οὐδ’ ὁ τοῦ μεγίστου Κύκλωπος ἔτι μείζων, ὃς ἔτι ζῶν εἶδεν αἵδην, οὐχ οὗτος Ὀδυσσεύς ἐστιν ὁ ταῦτα λέγων, ἀλλὰ τὸ βραχὺ τῆς Ποσειδῶνος ὀργῆς λείψανον, ὃν οἱ βαρεῖς χειμῶνες ἐπὶ τὸν Φαιάκων ἔλεον ἐξεκύμηναν. ἃ δὴ παρὰ τοῖς ὑποδεξαμένοις ἐνομίζετο <pb facs="heraclitiallegor00herauoft_0170"/> τίμια τούτοις ἐξ ἀνάγκης συγκαταινεῖ, μίαν εὐχὴν πεποιημένος ἣν ἀτυχῶν ἐπαρᾶται· <quote type="blockquote">δός μ’ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν.</quote> ἃ δὴ πραττόμενα φαύλως οὐκ ἐνῆν διδάσκοντα βελτίω ποιεῖν τούτοις διὰ τὸ χρειῶδες ἠναγκάσθη μαρτυρεῖν. Ἀλλ’ ὅγ’ Ἐπίκουρος ἀμαθίᾳ τὴν Ὀδυσσέως πρόσκαιρον ἀνάγκην βίου κατεβάλετο δόξαν, ἃ παρὰ Φαίαξιν ἐκεῖνος ἀπεφήνατο κάλλιστα, ταῦτα τοῖς καλοῖς κήποις φυτὰ ἐμφυτεύσας. Ἐπίκουρος μὲν οὖν οἰχέσθω πλείονας οἶμαι περὶ τὴν ψυχὴν ἐσχηκὼς νόσους ἢ περὶ τὸ σῶμα· τὴν δ’ Ὁμήρου σοφίαν ἐκτεθείακεν αἰὼν σύμπας καὶ προϊόντι τῷ χρόνῳ νεάζουσιν ἀεὶ αἱ ἐκείνου χάριτες. οὐδ’ εἷς δέ ἐστιν ὃς οὐκ εὔφημον ὑπὲρ αὐτοῦ γλῶσσαν ἀνέῳξεν. ἱερεῖς δὲ καὶ ζάκοροι τῶν δαιμονίων ἔτι τῶν αὐτῶν πάντες ἐσμὲν ἐξ ἴσου. <quote type="blockquote">Τούσδε δ’ ἔα φθινύθειν, ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν <lb/>νόσφιν βουλεύωσ’ — ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν. —</quote></p></div></div></body></text></TEI>