CAPUT LXVI. Πρωτέως δὲ θυγάτηρ Εἰδοθέα, δικαίως εἴδους ἐκάστου γενομένη θέα. διὰ τοῦτο, μία τὸ πρὶν ὤν φύσις, Πρωτεὺς εἰς πολλὰς ἐμερίζετο μορφὰς, ὑπὸ τῆς προνοίας διαπλαττόμενος· Ἤτοι μὲν πρώτιστα λέων γένετ’ ἠυγένειος, Αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς· Γίγνετο δ’ ὑγρὸν ὕδωρ καὶ δενδρέον ὑψιπέτηλον. διὰ μὲν οὖν τοῦ λεόντος, ἐμπύρου ζῴου, τὸν αἰθέρα δηλοῖ. δράκων δ’ ἐστὶν ἡ γῆ· τὸ γὰρ αὐτόχθον αὐτοῦ καὶ γηγενὲς οὐδὲν ἄλλο πλὴν τοῦτο σημαίνει. δένδρον γε μὴν ἅπαν αὐξανόμενον, καὶ τὴν ἀπὸ γῆς ὁρμὴν μεταρσίαν λαμβάνον, συμβολικῶς εἶπεν ἀέρα. τό μὲν γὰρ ὕδωρ εἰς ἀσφαλεστέραν ὧν προῃνίξατο δήλωσιν ἐκ τοῦ φανερωτέρου παρέστησεν εἰπών· Γίνετο δ’ ὑγρὸν ὕδωρ· ὥστε εὔλογον, τὴν μὲν ἄμορφον ὕλην Πρωτέα καλεῖσθαι, τὴν δ’ εἰδωλοπλαστήσασαν ἕκαστα πρόνοιαν Εἰδοθέαν. ἐξ ἀμφοῖν δὲ πᾶν διακριθὲν εἰς τὰ συνεχῆ καὶ προστατικὰ τῶν ὅλων σχισθῆναι. πιθανῶς δὲ καὶ τὴν νῆσον, ἐν ᾗ ταῦτα διέπλασε, Φάρον ὠνόμασεν· ἐπειδήπερ ἐστὶ τὸ φαρῶσαι γεννῆσαι. καὶ τὴν γῆν ἀφάρωτον ὁ Καλλίμαχος εἶπε τὴν ἄγονον· ἀφάρωτος οἷον. ... .γύη. φυσικῶς οὖν ἁπάνπων πατέρα χῶρον ὠνόμασε Φάρον, ἐκ τῆς γονίμου προσηγορίας, ὃ μάλιστα ἐβούλετο, σημήνας. CAPUT LXVII. Τίσι γε μὴν ἐπιθέτοις καὶ τὸν Πρωτέα κεκόσμηκεν, ἢδη σκοπῶμεν· Πωλεῖταί τις δεῦρο γέρων ἃλιος, νημερτής. Τὸ μὲν γέρων, οἶμαι, τὸ τῆς ἀρχεγόνου καὶ πρώτης οὐσίας σημαίνει γεραίτερον, ὥστε ἀποσεμνῦναι τῇ πολιᾷ τοῦ χρόνου τὴν ἄμορφον ὕλην. ἅλιον δ’ ὠνόμασεν, οὐ μὰ Δί’, οὐ θαλάττίον τινα δαίμονα, καὶ κατὰ κυμάτων ζῶντα, τὸ δ’ ἐκ πολλῶν καὶ παντοδαπῶν συνηλισμένον, ὅπερ ἐστὶ συνηθροισμένον. νημερτὴς δ’ εὐλόγως εἴρηται· τί γὰρ ταύτης τῆς οὐσίας ἀληθουργέστερον, ἐξ ἧς ἅπαντα γεγενῆσθαι νομιστέον. Καὶ μὴν καὶ ἡ Καλυψὼ τὴν πειθὼ τῶν ποικίλων παρ’ Ὀδυσσέως λόγων Ἑρμῆν προσηγόρευσε, μόγις μὲν, ἀλλ’ ὅμως καταθέλξαντος αὐτοῦ τὸν ἔρωτα τῆς νύμφης, ἵνα εἰς Ἰθάκην προπεμφθείη. διὰ τοῦτ’ ὄρνιθι προσωμοιωμένος Ἑρμῆς ἐλήλυθεν ἀπ’ Ὀλύμπου· πτερόεντα γὰρ τὰ ἔπη κατὰ τὸν Ὅμηρον, καὶ τάχιον οὐδὲν ἐν ἀνθρώποις λόγου. CAPUT LXVIII. Δεῖ δ’ ἡμᾶς οὐδὲ τὰ μικρὰ παροδεύειν, ἀλλὰ καὶ δι’ ἐκείνων τὴν λεπτὴν ἐξετάζειν Ὁμήρου φροντίδα· τὸν γὰρ Ἡμέρας καὶ Ὠρίωνος ἔρωτα, πάθος οὐδ’ ἀνθρώποις εὔσχημον, ἠλληγόρησεν· Ὣς μὲν, ὃτ’ Ὠρίων’ ἕλετο ῥοδοδάκτυλος Ἠώς. Παρεισάγει γὰρ αὐτὸν ἔτι νεανίαν, ἐν ἀκμῇ τοῦ σώματος, ὑπὸ τοῦ χρεὼν πρὸ μοίρας ἀνηρπασμένον. ἦν δὲ παλαιὸν ἔθος, τὰ σώματα τῶν καμόντων, ἐπειδὰν ἀναπαύσηται τοῦ βίου, μήτε νύκτωρ ἐκκομίζειν, μήθ’ ὅταν ὑπὲρ γῆς τὸ μεσημβρινὸν ἐπιτείνηται θάλπος, ἀλλὰ πρὸς βαθὺν ὄρθρον, ἀπύροις ἡλίου ἀκτῖσιν ἀνιόντος. ἐπειδὰν οὖν εὐγενὴς νεανίας ἅμα καὶ κάλλει προέχων τελευτήσῃ, τὴν ὄρθριον ἐκκομιδὴν ἐπευφήμουν Ἡμέρας ἁρπαγὴν, ὡς οὐκ ἀποθανόντος, ἀλλὰ δι’ ἐρωτικὴν ἐπιθυμίαν ἀνηρπασμένου. Καθ’ Ὃμηρον δὲ καὶ τοῦτο φασίν. Ἰασίων, ἀνὴρ γεωργίας ἐπιμελούμενος, καὶ δαψιλεῖς τοὺς ἀπὸ τῶν ἰδίων ἀγρῶν καρποὺς λαμβάνων, εἰκότως ὑπὸ τῆς Δήμητρος ἔδοξεν ἠγαπῆσθαι· δι’ ὧν Ὅμηρος οὐκ ἀσελγεῖς ἔρωτας ἱστορεῖ θεῶν, οὐδ’ ἀκολασίας. Σημαίνων δὲ τὰς εὐαγεστάτας, [Ἡμέραν τε καὶ Δημήτραν], τοῖς ἀκριβῶς ἐρευνᾶν ἐθέλουσι φυσικῆς θεωρίας εὐσεβῆ ἀφορμὴν χαρίζεται. CAPUT LXIX Νῦν τοίνυν ἅπαντα τἄλλα ἀφέντες, ἐπὶ τὴν διηνεκῆ καὶ χαλεπῶς θρυλουμένην ὑπὸ τῶν συκοφαντῶν κατηγορίαν τραπώμεθα. ἄνω γοῦν καὶ κάτω τραγῳδοῦσι, τὰ περὶ Ἄρεος καὶ Ἀφροδίτης ἀσεβῶς διαπεπλάσθαι λέγοντες. ἀκολασίαν γὰρ ἐμπεπολίτευκεν ἐν οὐρανῷ, καὶ τὸ παρ’ ἀνθρώποις, ὅταν γένηται, θανάτου τιμώμενον οὐκ ἐδυσωπήθη παρὰ θεοῖς ἱστορῆσαι, λέγω δὲ μοιχείαν. ἀμφ Ἄρεος φιλότητος ἐυστεφάνου τ’ Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισιν. Εἶτα μετὰ τοῦτο δεσμοὶ, καὶ θεῶν γέλωτες, ἱκεσία τε πρὸς Ἥφαιστον Ποσειδῶνος. ἅπερ εἰ θεοὶ νοσοῦσιν, οὐκέτι τοὺς παρ’ ἀνθρώποις ἀδικοῦντας ἔδει κολάζεσθαι. νομίζω δ’ ἔγωγε, καίπερ ἐν Φαίαξιν ἀνθρώποις ἡδονῇ δεδουλωμένοις ᾀδόμενα ταῦτα φιλοσόφου τινὸς ἐπιστήμης ἔχεσθαι. τὰ γὰρ Σικελικὰ δόγματα καὶ τὴν Ἐμπεδόκλειον γνώμην ἔοικεν ἀπὸ τούτων βεβαιοῦν, Ἄρην μὲν ὀνομάσας τὸ νεῖκος, Ἀφροδίτην δὲ τὴν φιλίαν. τούτους οὖν διεστηκότας ἐν ἀρχῇ παρεισήγαγεν Ὅμηρος ἐκ τῆς πάλαι φιλονεικίας εἰς μίαν ὁμόνοιαν κιρναμένους. ὅθεν εὐλόγως ἐξ ἀμφοῖν Ἁρμονία γεγένηται, τοῦ παντὸς ἀσαλεύτως καὶ κατ’ ἐμμέλειαν ἁρμοσθέντος· γελᾶν δ’ ἐπὶ τούτοις εἰκὸς ἦν, καὶ συνήδεσθαι τοὺς θεοὺς, ἅτε δὴ τῶν ἰδίων χαρίτων οὐκ ἐπὶ φθοραῖς διϊσταμένων, ἀλλ’ ὁμονοοῦσαν εἰρήνην ἀγόντων· δύναταί γε μὴν καὶ περὶ τῆς χαλκευτικῆς τέχνης ἀλληγορεῖν. ὁ μὲν γὰρ Ἄρης εἰκότως ἂν ὀνομάζοιτο σίδηρος, τοῦτον δὲ ῥᾳδίως Ἥφαιστος ἐχειρώσατο· τὸ γὰρ πῦρ, ἅτ’, οἶμαι, σιδήρου κρατσιοτέρας δυνάμεις μετειληχός, εὐκόλως ἐν αὐτῷ τὴν ἐκείνου στερρότητα θηλύνει. δεῖ δὲ τῷ τεχνίτῃ πρὸς τὸ κατασκευαζόμενον καὶ Ἀφροδίτης· ὅθεν, οἶμαι, διὰ πυρὸς μαλάξας τὸν σίδηρον, ἐπαφροδίτῳ τινὶ τέχνῃ τὴν ἐργασίαν κατώρθωσε. Ποσειδῶν δ’ ἐστὶν ὁ ῥυόμενος παρ’ Ἡφαίστου τὸν Ἄρη πιθανῶς· ἐπειδήπερ ἐκ τῶν βαύνων διάπυρος ὁ τοῦ σιδήρου μύδρος ἑλκυσθεὶς ὕδατι βαπτίζεται, καὶ τὸ φλογῶδες ὑπὸ τῆς ὑγρᾶς φύσεως κατασβεσθὲν ἀναπαύεται. CAPUT LXX. Καθόλου δὲ τὴν Ὀδυσσέως πλάνην; εἴ τῖς ἀκριβῶς ἐθέλει σκοπεῖν, ἠλληγορημένην εὑρήσει· πάσης γὰρ ἀρετῆς καθάπερ ὄργανόν τι τὸν Ὀδυσσέα παραστησάμενος ἑαυτῷ, διὰ τούτου πεφιλοσόφηκεν, ἐπειδὴ τὰς ἐκνεμομένας τὸν ἀνθρώπινον βίον ἤχθηρε κακίας, ἡδονὴν μὲν, τὸ Λωτοφάγων χωρίον, ξένης γεωργὸν ἀπολαύσεως, ἣν Ὀδυσσεὺς ἐγκρατῶς παρέπλευσε· τὸν δ’ ἄγριον ἑκάστου θυμὸν, ὡσπερεὶ καυτῆρι τῇ παραινέσει τῶν λόγων ἐπήρωσε. Κύκλωψ δ’ οὗτος ὠνόμασται ὁ τοὺς λογισμοὺς ὑποκλωπώμενος. τί δ’, οὐχὶ πρῶτος, εὔδιον πλοῦν δι’ ἐπιστήμης ἀστρονόμου τεκμηράμενος, ἔδοξεν ἀνέμους δεδεκέναι; φαρμάκων τε τῶν παρὰ Κίρκης γέγονε κρείττων, ὑπὸ πολλῆς σοφίας πομάτων ἐπεισάκτων κακῶν λύσιν εὑρόμενος· ἡ δὲ φρόνησις ἕως Ἅιδου καταβέβηκεν, ἵνα μηδέ τι τῶν νέρθεν ἀδιερεύνητον ᾖ· ἔτι δὲ Σειρήνων ἀκούει, τὰς πολυπείρους ἱστορίας παντὸς αἰῶνος ἐκμαθών· καὶ Χάρυβδις μὲν ἡ πολυδάπανος ἀσωτία καὶ περὶ πότους ἄπληστος εὐλόγως ὠνόμασται. Σκύλλαν δὲ, τὴν πολύμορφον ἀναίδειαν ἠλληγόρησε. διὸ δὴ καὶ κυνῶν οὐκ ἀλόγως ὑπέζωσται προτομὰς, ἁρπαγῇ, τόλμῃ καὶ πλεονεξίᾳ πεφραγμένας. αἱ δ’ ἡλίου βόες ἐγκράτεια γαστρός εἰσιν· εἰ μηδὲ λιμὸν ἔσχεν, ἀδικίας ἀνάγκην· ἃ δὴ μυθικῶς μέν ἐστιν εἰρημένα παρὰ τοὺς ἀκούοντας· εἰ δέ τις ἐπὶ τὴν ἠλληγορημένην σοφίαν καταβέβηκεν, ὠφελιμώτατα τοῖς μιμουμένοις γενήσεται.