<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="61"><head xml:lang="lat" rend="center">CAPUT LXI.</head><p rend="indent">Αὐτίκα τοίνυν ἐν ἀρχῇ τὴν Ἀθηνᾶν ὑπὸ Διὸς ἀποστελλομένην πρὸς Τηλέμαχον εὑρίσκομεν εὐλόγως. ἐπειδὴ ἐκ τῆς ἄγαν νεότητος ἤδη τὴν εἰκοσαετῆ ἡλικίαν ὑπερκύπτων, μετέβαινεν εἰς τὸν ἄνδρα, καί τις αὐτὸν ὑπέδραμε τῶν γιγνομένων λογισμὸς, ὡς οὑκ ἔτι χρὴ διακαρτερεῖν ἐπὶ τῇ τετραετεῖ τῶν μνηστήρων ἀσωτίᾳ· τοῦτον οὖν τὸν ἀθροιζόμενον ἐν Τηλεμάχῳ <pb facs="heraclitiallegor00herauoft_0142"/> λογισμὸν Ἀθηνᾶς ἐπιφάνειαν ἠλληγόρησεν. ὁμοιωθεῖσα γὰρ γέροντι ἥκει· παλαιὸς γοῦν ὁμολογεῖται ξένος Ὀδυσσέως ὁ Μέντης εἶναι. πολιὰ δὲ καὶ γῆρας; ἱεροὶ τῶν τελευταίων χρόνων λιμένες, ἀσφαλὲς ἀνθρώποις ὅρμισμα, καὶ ὅσον ἡ τοῦ σώματος ἰσχὺς ὑποφθίνει, τοσοῦτον ἡ τῆς διανοίας αὔξεται ῥῶσις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="62"><head xml:lang="lat" rend="center">CAPUT LXII.</head><p rend="indent">Ἴδιος τοίνυν παρεισελθὼν ὁ νοῦς ἐξεπαίδευσε τὸν Τηλέμαχον, οὐ θεὰ παρακαθημένη, καὶ ταῦθ’ ἃ λέγει παραινοῦσα διαπεττεύοντος· ἄγε δή, φησὶν, ὦ Τηλέμαχε, μειρακίου γὰρ ἤδη τὶ φρονεῖς πλέον· <pb facs="heraclitiallegor00herauoft_0143"/> <quote type="blockquote">νῆ’ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη, <lb/>ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο·</quote> πρῶτος εὐσεβὴς καὶ δίκαιος ἐκ βαθείας τῆς διὰ τὴν ἡλικίαν ἀφροσύνης ὑπεισῆλθε λογισμὸς, ὡς οὐκ ἄξιον ἔτι ἀργοὺς ἐν Ἰθάκῃ κατατρίβειν χρόνους, ἀμνηστίαν ἔχοντα τοῦ γεγεννηκότος· ἀλλ’ ἀναγκαῖον ἤδη ποτὲ τὸν φιλοπάτορα, ναῦν εὐτρεπισάμενον, ἐπὶ τὰς διαποντίους ἐκδραμεῖν Κληδόνας, ἵνα τὴν Ὀδυσσέως ἀπόδημον ἄγνοιαν ἀνιχνεύσῃ. δεύτερον δ’ ἐπὶ τούτοις διεσκέψατο, ὅπου μάλιστα δεῖ τήν πατρῴαν ἐρευνῆσαι τύχην· ὑπηγόρευσε δ’ ἡ φρόνησις, ἐγγὺς αὐτοῦ καθεζομένη· <quote type="blockquote">Πρῶτα μὲν ἐς Πύλον ἐλθέ καὶ εἴρεο Νέστορα δῖον, <lb/>Κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον.</quote> ὁ μὲν γὰρ εἶχε τὴν ἀπὸ γήρως ἐμπειρίαν· ὁ δ’ ἀπὸ τῆς ὀκταετοῦς πλάνης ἐπανεληλύθει νεωστί· δεύτατος γὰρ ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. ἔμελλεν οὖν ὠφέλιμος <pb facs="heraclitiallegor00herauoft_0144"/> αὐτῷ παραινῶν γενήσεσθαι Νέστωρ, τἀληθῆ δὲ περὶ τῆς Ὀδυσσέως πλάνης ἐρεῖν Μενέλαος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="63"><head xml:lang="lat" rend="center">CAPUT LXIII.</head><p rend="indent">Ἅμα δὲ ταῦτ’ ἐννοούμενος, ὡσπερεὶ παρακροτῶν ἑαυτὸν εἶπεν· <quote type="blockquote">οὐδέ τί σε χρή <lb/>Νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί.</quote> εἶτα καθ’ ὁμοίωσιν τῆς Ὀρέστου ἡλικιώτιδος ἀρετῆς εἰς τὴν ἴσην φρόνησιν ὥσπερ παιδαγωγὸς καὶ πατὴρ ὁ λογισμὸς αὐτὸν παρακέκληκεν· <quote type="blockquote">ἡ οὐκ ἀίεις, οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης <lb/>πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα;</quote> τοιούτοις ἐπαρθεὶς λογισμοῖς, εὐλόγως μετέωρον αὐτοῦ τὴν διάνοιαν ἐλαφρίζει. διὸ καὶ προσείκασεν αὐτὴν Ὅμηρος ὄρνιθι, λέγων· <pb facs="heraclitiallegor00herauoft_0145"/> <quote type="blockquote">Ὄρνις δ’ ὣς ἀνοπαῖα διέπτατο.</quote> μεταρσία γὰρ ἡ φρόνησις, ὡς ἂν οἶμαι τηλικοῦτον ὄγκον ἐν αὑτῇ πραγμάτων κυοφοροῦσα διανέστηκεν. ἀμέλει ταχέως ἐκκλησία συναθροίζεται, καὶ πατρῴοις λόγοις ἐνρητορεύει. τὸν δ’ ἀπόπλουν εὐτρεπίζει ὁ τῆς ἀλληγορίας ἐπώνυμος, Φρονίου μὲν υἱὸς, Νοήμων δὲ τοὔνομα· δι’ ὧν ἀμφοτέρων οὐδὲν ἄλλο, πλὴν τοὺς ὑπογυίους αὐτοῦ λογισμοὺς ὑπεσήμαινεν. ἐμβαίνοντι δ’ αὐτῷ τῆς νεὼς πάλιν συνεμβέβηκεν Ἀθηνᾶ, Μέντορι τὴν μορφὴν εἰκασμένη, ἀνδρὶ πρὸς φροντίδας τὴν διάνοιαν ἔχοντι, φρονήσεως μητέρα. δι’ ὧν ἁπάντων ἡ κατ’ ὀλίγον ἐν τῷ Τηλεμάχῳ τρεφομένη σύνεσις ἐν τοῖς ἔπεσιν ἱστόρηται.</p></div><pb facs="heraclitiallegor00herauoft_0146"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="64"><head xml:lang="lat" rend="center">CAPUT LXIV.</head><p rend="indent">Καὶ μὴν ὁ περὶ Πρωτέως λόγος, οὕτω πολὺς ἐκταθεὶς ὑπὸ Μενελάου, τὴν ἐξαπατῶσαν εὐθὺς ἔχει φαντασίαν, πάνυ μυθώδης ὤν. γεγονέναι τῆς ἐν Αἰγύπτῳ νησίδος ἄθλιον ἔποικον, εἰς ἀθανάτου μέτρα τιμωρίας παρελκόμενον, ᾧ βίος ἠπείρου καὶ θαλάσσης κοινὸς, ἀτυχεῖς ὕπνους μετὰ φωκῶν κοιμωμένῳ, ἵν’ αὐτοῦ κολάζηται καὶ τὸ τερπνόν· θυγάτηρ δ’ Εἰδοθέα, διὰ πατρὸς ἀδικίας ξένον εὖ ποιοῦσα καὶ γενομένη προδότις αὐτοῦ· δεσμοὶ μετὰ τοῦτο, καὶ Μενέλαος ἐνεδρεύων· εἶθ’ ἡ πολυπρόσωπος εἰς ἅπαντα, ἃ βούλεται, Πρωτέως μεταμόρφωσις, ποιητικοὶ καὶ τεράστιοι μῦθοι δοκοῦσιν, εἰ μή τις οὐρανίῳ ψυχῇ τοὺς ὀλυμπίους Ὁμήρου μύθους ἱεροφαντήσειε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="65"><head xml:lang="lat" rend="center">CAPUT LXV.</head><p rend="indent">Τὴν γοῦν προμήτορα τῶν ὅλων ὑφίσταται γένεσιν, ἀφ’ ἧς τὸ πᾶν ῥιζωθὲν, εἰς ὃ νῦν βλέπομεν, ἥκει κατάστημα· <pb facs="heraclitiallegor00herauoft_0147"/> παλαιοὶ γὰρ ἦσάν ποτε χρόνοι, καθ’ οὓς ἀτύπωτον ἢ ὑπόλιμνον ἦν, οὐδέπω κεκριμένοις χαρακτῆρσιν εἰς τέλειον ἥκουσα μορφῆς· οὔτε γὰρ γῇ, τῇ τῶν ὅλων ἑστίᾳ, κέντρον ἐπεπήγει βέβαιον, οὔτ’ οὐρανὸς περὶ τὴν ἀίδιον φορὰν ἱδρυμένος ἐκυκλεῖτο. πάντα δ’ ἦν ἀνήλιος ἠρεμία καὶ κατηφὴς σιγὴ, καὶ πλέον οὐδὲν ἢ κεχυμένης ὕλης· ἄμορφος γὰρ ἀργία, πρὶν ἤ δημιουργὸς ἁπάντων καὶ κοσμοτόκος ἀρχὴ σωτήριον ἑλκύσασα τῷ βίῳ τὸν τύπον, τὸν κόσμον ἀπέδωκε τῷ κόσμῳ, διεζεύγνυ τὸν μὲν οὐρανὸν τῆς γῆς, ἐχώριζε δὲ τὴν ἢπειρον τῆς θαλάττης, τέτταρα δὲ στοιχεῖα, τῶν ὅλων ῥίζα καὶ γέννα, ἐν τάξει τὴν ἰδίαν μορφὴν ἐκομίζετο· [τούτων δὲ προμηθέως κιρναμένων, ὁ θεὸς (πάντα διευκρίνησεν), μηδεμιᾶς οὔσης διακρίσεως περὶ τὴν ἄμορφον ὕλην].</p></div></div></body></text></TEI>