CAPUT VI. Ὁπότ’ οὖν συνήθης μὲν ἅπασι τοῖς ἄλλοις ὁ τῆς ἀλληγορίας τρόπος, ἠγνόηται δὲ οὐδὲ παρ’ Ὁμήρῳ, τί παθόντες, ὅσα φαύλως ἔχειν δοκεῖ περὶ θεῶν, οὐ διὰ τῆς αὐτῆς ἀπολογίας θεραπεύσομεν; τάξις δέ μοι γενήσεται τῶν λόγων ἡ τῶν ὁμηρικῶν ἐπῶν τάξις, ἐν ἑκάστῃ ῥαψῳδίᾳ διὰ λεπτῆς ἐπιστήμης δεικνύντι τὰ περὶ θεῶν ἠλληγορημένα. Ὁ τοίνυν μιαρὸς ἀεὶ καὶ βάσκανος φθόνος οὐδὲ τῆς πρώτης ἐν ἀρχῇ πέφεισται. πολὺς γὰρ αὐτῷ θρυλεῖται περὶ τῆς Ἀπόλλωνος ὀργῆς λόγος, ὅτι τοὺς οὐδὲν αἰτίους Ἕλληνας οἱ μάτην ἀφεθέντες ὀϊστοὶ παρανάλωσαν, καὶ οὕτως ἄδικός ἐστιν ἡ τούτου μῆνις, ὥςθ’ ὁ μὲν ὑβρίσας Χρύσην Ἀγαμέμνων οὐδὲν ἐξαίρετον ἔπαθεν, ὀφείλων, εἴπερ ἠδίκει, κολασθῆναι· οἱ δ’ ἐπιβοήσαντες, αἰδεῖσθαι θ’ ἱερῆα, καὶ ἀγλαὰ δέχθαι ἄποινα τῆς ἀγνωμοσύνης τοῦ μὴ πεπεισμένου γεγόνασι παρανάλωμα. Πλὴν ἔγωγε τὴν ὑπολελημμένην ἐν τοῖς ἔπεσιν ἀλήθειαν ἀκριβῶς διαθρήσας, οὐκ Ἀπόλλωνος ὀργὴν οἶμαι ταῦτα, λοιμικῆς δὲ νόσου κακὸν, οὐ θεόπεμπτον, ἀλλ’ αὐτόματον φθορὰν, συστᾶσαν τότε καὶ πολλαχῇ, ὥστε καὶ μέχρι τῶν δεῦρο χρόνων ἐκνέμεσθαι τὸν ἀνθρώπινον βίον. ὅτι μὲν τοίνυν ὁ αὐτὸς Ἀπόλλων ἡλίῳ, καὶ θεὸς εἷς δυσὶν ὀνόμασι κοσμεῖται, σαφὲς ἡμῖν ἔκ τε τῶν μυστικῶν λόγων, οὓς αἱ ἀπόρρητοι τελεταὶ θεολογοῦσι, καὶ τὸ δημῶδες ἄνω καὶ κάτω θρυλούμενον· ἥλιος Ἀπόλλων, ὁ δέ γ’ Ἀπόλλων ἥλιος. CAPUT VII. Ἠκρίβωται δ’ ἡ περὶ τούτων ἀπόδειξις καὶ Ἀπολλοδώρῳ, περὶ πᾶσαν ἱστορίαν ἀνδρὶ δεινῷ· τοῦτ’ ἔγωγε τὴν ἐπὶ πλέον ἐξεργασίαν καὶ ἀκαίρου λόγου περιττὸν ὑπερθήσομαι μῆκος· ἐκεῖνο δὲ, ὃ ἐκ τῆς ἡμετέρας εἰκασίας ἀναγκαῖον εἰπεῖν, οὐ παρήσω, δεικνὺς, ὅτι καὶ καθ’ Ὅμηρον αὑτός ἐστιν Ἀπόλλων καὶ ἥλιος. τοῦτο δὲ, εἰ λεπτῶς ἐθέλει σκοπεῖν τις, ἐξ ἁπάντων εὑρήσει τῶν ἐπιθέτων γνώριμον ὄν. Ἀμελεὶ Φοῖβον αὐτὸν εἴωθε συνεχῶς ὀνομάζειν, οὐ μὰ Δία οὐκ ἀπὸ Φοίβης, ἣν Λητοῦς φασὶν εἶναι μητέρα· σύνηθες γὰρ Ὁμήρῳ τοῖς πατρόθεν ἐπιθέτοις χρῆσθαι, τὰ δ’ ἐκ μητέρων οὐκ ἂν εὕροι τις ὅλως παρ’ αὐτῷ. Φοῖβον οὖν, ἀπὸ τῶν ἀκτίνων λαμπρῶν αὐτὸν ὀνομάζει, τὸ μόνον ἡλίῳ προςῆκον ἐξ ἴσου κοινώσας Ἀπόλλωνι. Καὶ μὴν οὐδ’ ἑκάεργον εἰκός ἐστιν Ἑκαέργης ὁμώνυμον εἶναι, τῆς ἐξ Ὑπερβορέων πρῶτον ἀπαρχὰς ἐπὶ Δῆλον ἐνεγκούσης, ἀλλ’ ἔστιν ἐτύμως ἑκάεργος, ὁ τὰ ἕκαθεν ἐργαζόμενος, τουτέστιν ὁ ἥλιος, ὁ πόρρωθεν ἀφεστὼς τῆς ἡμετέρας γῆς, ὡρῶν ἐπετείων γεωργὸς εὐκαίρως ἐφίσταται, πνίγῃ χειμῶσιν ἀντιμετρῶν, καὶ πλωτοῦ ἀρότου τε, καὶ σπορᾶς ἀμητοῦ τε, καὶ τῶν κατὰ γεωργίαν ἔργων αἴτιος ἀνθρώποις γενόμενος. Λυκηγενῆ δὲ προςηγόρευσεν αὐτὸν, οὐχ ὡς ἐν Λυκίᾳ γεγενημένον. ἔξω γὰρ τῆς Ὁμηρικῆς ἀναγνώσεως οὗτρς ὁ νεώτερος μῦθος· ἀλλ’ ὥσπερ, οἶμαι, τὴν ἡμέραν ἠριγένειαν ὀνομάζει, τὴν τὸ ἦρ γεννῶσαν, ὅπερ ἐστὶν ὄρθρον, οὕτω λυκηγενῆ προςηγόρευσε τὸν ἥλιον, ἐπειδὴ τοῦ κατὰ τὴ ὄρθριον ὥραν λυκαυγοῦς αὐτός ἐστιν αἴτιος, ἠ ὅτι τὸν λυκάβαντα γεννᾷ, τουτέστι τὸν ἐνιαυτόν· ὅρος γὰρ ἐτησίου χρόνου διαδραμὼν ἥλιος ἐν μέρει τὰ δώδεκα ζώδια. Καὶ μὴν χρυσάορον αὐτὸν ὠνόμασεν, οὐχ ὡς ὑπεζωσμένον χρυσοῦν ξίφος· ἀνοίκειον γὰρ Ἀπόλλωνι τὸ ὅπλον τοῦτο· τοξότης γὰρ ὁ θεός· ἀλλ’ ἐπειδήπερ ἐξ ἀνατολῶν χρυσῷ μάλιστα τὸ φέγγος ὁραθὲν ἔοικεν, εὑρέθη πρέπον ἐπίθετον τῷ ἡλίῳ διὰ τὰς ἀκτῖνας τὸ χρυσάωρ. Ὅθεν, οἶμαι, κἀν τῇ θεομαχίᾳ Ποσειδῶνι ἵσταται διαμιλλώμενος. αἰεὶ γὰρ ἄσπειστος ἔχθρα πυρὶ καὶ ὕδατι, τῶν δύο στοιχείων ἐναντίαν πρὸς ἄλληλα φύσιν ἀποκεκληρωμένων· διὰ τοῦθ’ ὁ Ποσειδῶν, ὑγρά τις ὕλη, καὶ παρὰ τὴν πόσιν οὕτως ὠνομασμένος, ἐξ ἀντιπάλου μάχεται ταῖς διαπύροις ἀκτῖσι τοῦ ἡλίου. πρὸς γὰρ Ἀπόλλωνα ποίαν Ποσειδῶν ἔχει πρόφασιν ἐξαίρετον ἀπεχθείας; CAPUT VIII Ταῦτα τοίνυν εἰρήσεται, ἀνθ’ ὅτου ποτὲ τὸν αὐτόν ἀπεφηνάμην ἥλιον Ἀπόλλωνι. καὶ τί πειρώμενος κατασκευάζειν; ὅτι αἱ λοιμικαὶ νόσοι τὴν μεγίστην ἔχουσι τῆς φθορᾶς πρόφασιν τὸν ἥλιον· ὅταν μὲν γὰρ ἡ θέρειος αὐγὴ, μαλακὴ καὶ πραεῖα, δι’ εὐκράτου τῆς ἀλέας ἡσυχῆ διαθάλπηται, σωτήριον ἀνθρώποις ἐπιμειδιᾷ φέγγος· αὐχμηρὰ δὲ καὶ διάπυρος ἐκκαεῖσα, νοσεροὺς ἀπὸ γῆς ἀτμοὺς ἐφέλκεται, κάμνοντα δὲ τὰ σώματα καὶ διὰ τὴν ἀήθη τοῦ περιέχοντος τροπὴν νοσοῦντα, λοιμικοῖς πάθεσιν ἀναλοῦται. τῶν δ’ ὀξέων συμφορῶν αἴτιον Ὅμηρος ὑπεστήσατο τὸν Ἀπόλλωνα, διαρρήδην τοῖς αἰφνιδίοις θανάτοις ἐπιγράφων τὸν θεόν. φησὶ γάρ· Ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν Οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν. Ἐπειδήπερ οὖν ἕνα μὲν καὶ τὸν αὐτὸν ὑφίσταται τῷ Ἀπόλλωνι τὸν ἥλιον, ἐκ δὲ τοῦ λίου τὰ τοιαῦτα τῶν παθημάτων συνίσταται, φυσικῶς ἐπέστησε τῷ λοιμῷ τὸν Ἀπόλλωνα καὶ ὅτι, καθ’ ὃν καιρὸν συνέβαινε τοὺς Ἕλληνας ἐν τῷ λοιμῷ νοσεῖν, θέρειος ἦν ὁ καιρὸς, ἤδη πειράσομαι διδάσκειν· ὥστε οὐκ ὀργὴν Ἀπόλλωνος, ἀλλ’ αὐτόματον φθορὰν ἀέρος εἶναι τὸ συμβεβηκός. Αὐτίκα τῶν ἡμερῶν τὸ μῆκος εἰς πλείστην ἀμετρίαν ἐκτεινόμενον, ἐλέγχει τὴν ἀκμὴν τοῦ θέρους· ὅτε τ’ ἤματα μακρὰ πέλονται. μία γὰρ ἀπὸ τῆς Ἀγαμέμνονος ἀριστείας ἐπὶ τὴν Ἀχιλλέως ἄνοπλον ἔξοδον ἡμέρα παρατείνεται, καὶ τὸ μεῖζον, οὐδ’ ὁλόκληρος· Ἡέλιον δ’ ἀκάμαντα βοῶπις πότνια Ἥρη Πέμψεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι. χρεωκοπήσασα τῶν ὑπολειπομένων ὡρῶν οὐκ ὀλίγον, οἶμαι, μέρος. CAPUT IX. Αἱ δὲ μεταξὺ πράξεις εἰς ὀκτὼ ῥαψῳδίας μερίζονται. Καὶ πρώτη μὲν ἡ ἐν πεδιάδι· μάχη, πολλὰς ἀνδραγαθίας ἑκατέρων ἐμπεριέχουσα· μετ’ αὐτὴν δὲ ἡ παρὰ τοῖς ἑλληνικοῖς τείχεσι· καὶ τρίτην προστίθημι τὴν ἐπὶ ναυσὶ μάχην ἄχρι τῆς ἀναιρέσεως. Πατρόκλου, καὶ τῆς δι’ ἐκεῖνον Ἀχιλλέως ἐξόδου· πλὴν ὅμως τὸν ἀριθμὸν, οὕτω πολὺν ὂντα, τῶν ἔργων οὐκ ἄπιστον ἡ θέρειος ὥρα πεποίηκεν, αἵ τε νύκτες ἥκιστα χειμέριοι. Πῶς γὰρ ἂν κρύους Ἕκτωρ ἐτόλμησε ταῖς Ἀχαϊκαῖς ἐπινυκτερεῦσαι ναυσίν; Οὐδ’ ἂν αὐλῶν συρίγγων τ’ ἐνοπὴ διὰ τοῦ βαρβαρικοῦ στρατοῦ ἐπαννυχίζετο. στιβὰς γὰρ ἀλεεινὴ καὶ στρατόπεδα τοῖς πολεμοῦσι χειμῶνος εὐτρεπίζεται, τῶν δὲ ὑπαίθρων ἀγώνων ἐκτός εἰσιν. ὥστ’ οὐκ ἂν Ἕκτωρ, τὴν πόλιν ἐκλιπὼν, ἐν ᾗ μετ’ ἀσφαλείας διέτριβεν, ἐλθὼν ἂν ἐπὶ τῇ θαλάττῃ γυμνὰ τὰ στρατεύματα καθίδρυσεν Πῶς δὲ τῶν κατὰ συμμαχίαν ἐληλυθότων ἕκαστος οὕτω ῥιψοκίνδυνος ἂν ἦν ὡς παρ’ ὥραν ἐφεδρεύειν τοῖς πολεμίοις, καὶ μάλιστα τῆς Ἴδης ὑπερκειμένης ὄρους δυςχειμέρου, καὶ ῥεῖθρα ποταμῶν ἄπειρα πηγαζούσης. ἐκρήγνυται γὰρ ἀπὸ τῶν κατὰ μέρη λαγόνων Ῥῆσός θ’ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος Καὶ Σιμόεις. οἳ καὶ δίχα τῶν ἀπ’ οὐρανοῦ φερομένων ὑετῶν ἱκανοὶ τὸ πεδίον ἦσαν ἐκλιμνάσαι. Φέρε δ’ οὖν. ὑπ’ ἀναισθησίας τοὺς βαρβάρους τὸ ἀσύμφορον ἑλέσθαι ποιεῖν· ἀντὶ τίνος δ’ οἱ πάντας φρονήσει διαφέροντες Ἕλληνες ἐπιλεξάμενοι τοὺς ἀρίστους ἐπὶ τὴν κατασκοπὴν νύκτωρ ἀποπέμπουσι ἵν’ ἐκ τοῦ κατορθῶσαι. τί τηλικοῦτον ὠφεληθῶσιν, ὁπόσῃ βλάβη διαμαρτόντων ἀπήντα; νιφετὸς γὰρ εἶς, καὶ χειμερίων ὑδάτων ἐπομβρία ῥᾳδίως ἂν ἀμφοτέρους κατέκλυσεν· ἐγὼ μὲν γὰρ αὐτὴν νομίζω τὴν ἀπὸ τῆς πόλεως ἔξοδον ἐπὶ τὴν μάχην, οὐκ ἄλλου τινὸς εἶναι καιροῦ σημεῖον, ἢ θέρους. ἅπας γὰρ ἀναπαύεται πόλεμος ἐν χειμῶνι, καὶ τὴν πρὸς ἀλλήλους ἐκεχειρίαν ἄγουσιν, οὔθ’ ὅπλα δυνάμενοι βαστάζειν, οὔτε τὰς πολεμικὰς ὑπηρεσίας φέρειν. πῶς γὰρ ἢ διῶξαι ῥᾴδιον, ἢ φυγεῖν; πῶς δ’ ἂν αἱ χεῖρες εὔστοχα βάλλοιεν, ὑπὸ τοῦ κρύους δεδεμέναι; θέρει δ’ ἐν τῷ μεσαιτάτῳ τὰ πλήθη τέτραπται πρὸς τὴν μάχην, καὶ κοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ἀπ’ οὐδεμιᾶς εἰκασίας, ἀλλ’ ἐναργῶς σκεπτέον. CAPUT X. Μετὰ γὰρ τὴν στρατηγικὴν Ἀγαμέμνονος διάπειραν, ἐξαναστάντες οἱ Ἕλληνες ἐπὶ τὰς ναῦς κατατρέχουσιν, ὑπὸ δ’ ᾕρεον ἕρματα νηῶν. οὐ δήπου, κατὰ πρῷραν ἐστηκότων τῶν ἀνέμων, οὐδ’ ἀπειλούσης τῆς θαλάττης· τίς γὰρ ἂν ἦν κυβερνήτης ἐπὶ πρόδηλον οὕτω κίνδυνον ἐξιοῦσιν, ἄλλως τε μηδ’ ὀλίγην περαιοῦσθαι μέλλουσιν αὐτοῖς θάλατταν; οὐ γάρ εἰς Τένεδον ἀπῆρον, οὐδ’ ἐπὶ Λέσβου καὶ Χίου παρευτρεπίζοντο τὸν πλοῦν· ἡ δ’ Ἑλλὰς ἀπῴκιστο πόρρω, καὶ τὸ πέλαγος ἦν χαλεπὸν, ὃ καὶ θέρους ποτέ πλέοντες ἐσφάλησαν. ἔτι τοίνυν φερομένων ἀπὸ τῆς ἐκκλησίας αὐτῶν ἐγείρεται δαψιλὴς κόνις· τοὶ δ’ ἀλαλητῶ Νῆας· ἒπ’ ἐσσεύοντο, ποδῶν δ’ ὑπένερθε κονίη Ἳστατ’ ἀειρομένη. τίνι τρόπῳ τῆς γῆς ἔτι διάβροχον ἐχούσης τοὔδαφος; ἔν τε ταῖς ἐφεξῆς παρατάξεσιν εἴωθε συνεχῶς λέγειν, Λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι’ αὐτῶν Οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων. Τί δ’ ἐπὶ τοῦ τετρωμένον Σαρπηδόνος; οὐ ῥιπὴ βόρειος Ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν, ἀναψύξεως δεομένου τοῦ σώματος ἐν ἀέρι διαπύρῳ. καὶ πάλιν ἑτέρωθί που, Δίψῃ καρχαλέοι, κεκονιμένοι ἐκ πεδίοιο, Καὶ Ἱδρῶ ἀπεψύχοντο, πίον τ’, ἀκέοντό τε δίψαν. ἅπερ ἐν χειμῶνι μὲν ἀμήχανα συμβῆναί τινι, θέρους δὲ μαχομένοις ἦν ἀλεξήματα. τί δεῖ τὰ πολλὰ μηκύνειν; σχεδὸν γὰρ ἀπόχρη, κἂν εἴ τι τῶν εἰρημένων ἓν ἀπεδείξαμεν, ἐκφῆναι τοῦ ἔτους τὸν καιρόν Καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, Καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον.