<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="56"><head xml:lang="lat" rend="center">CAPUT LVI.</head><p><quote type="blockquote">Ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος <lb/>Ἵστατ’ Ἀπόλλων Φοῖβος.</quote> ὕδατι πῦρ ἀντέθηκε, τὸν μὲν ἥλιον Ἀπόλλωνα προσαγορεύσας, τὴν δ’ ὑγρὰν φύσιν Ποσειδῶνα. τούτων δ’ ἑκάτερον ὡς ἐναντίαν ἔχει φύσιν, τί δεῖ καὶ λέγειν; φθαρτικὸν γὰρ κατ’ ἐπικράτειαν ἀεὶ θατέρου θάτερον. καὶ μὴν ἀπὸ λεπτῆς τῆς περὶ τὴν ἀλήθειαν θεωρίας διαλύει ἀμφοῖν τὴν μάχην, ἐπειδήπερ ἡλίου τροφὴν ἀπεφηνάμεθα τὴν ἔνυγρον οὐσίαν, καὶ μάλιστα. τὴν ἁλμυράν· λεληθότως γὰρ ἀπὸ γῆς τὸ δίυγρον <pb facs="heraclitiallegor00herauoft_0136"/> ἀνασπῶν τῆς ἀτμίδος, τούτῳ μάλιστα τὴν πυρώδη φύσιν αὔξει. χαλεπὸν δ’ ἦν τῷ τρέφοντι τὸ τρεφόμενον ἀνθεστάναι. διὰ τοῦθ’ ὑπεῖξαν ἀλλήλοις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="57"><head xml:lang="lat" rend="center">CAPUT LVII.</head><p><quote type="blockquote">Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος, κελαδεινή, <lb/>Ἄρτεμις ἰοχέαιρα.</quote></p><p rend="indent">Οὐδὲ τοῦτ’ ἀλόγως εἰσήγαγεν Ὅμηρος· ἀλλ’, ὥσπερ ἔφην, Ἥρα μέν ἐστιν ὁ ἀήρ· τὴν δὲ Σελήνην Ἄρτεμιν ὀνομάζει· πᾶν δὲ τὸ τεμνόμενον ἀεὶ πολέμιόν ἐστι τῷ τέμνοντι· καὶ διὰ τοῦτ’ ἐχθρὰν ἀέρι τὴν σελήνην ὑπεστήσατο, τὴν ἐν ἀέρι αὐτῆς φορὰν καὶ τοὺς δρόμους ὑποσημαίνων. εἰκὸς δὲ ταχέως νενικῆσθαι τὴν σελήνην· ἐπειδήπερ ὁ μὲν ἀὴρ πολὺς, καὶ πάντῃ κεχυμένος, ἡ δ’ ἐλάττων καὶ συνεχῶς ὑπὸ τῶν ἀερίων παθημάτων ἀμαυρουμένη, τοῦτο μὲν ἐκλείψεσι, <pb facs="heraclitiallegor00herauoft_0137"/> τοῦτο δ’ ἀχλύϊ, καὶ ταῖς ὑποτρεχούσαις νεφέλαις· διὰ τοῦτο τῆς νίκης τὰ βραβεῖα τῷ μείζονι καὶ συνεχῶς βλάπτοντι προσέθηκεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="58"><head xml:lang="lat" rend="center">CAPUT LVIII.</head><p><quote type="blockquote">Ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μεγὰς ποταμὸς βαθυδίνης·</quote></p><p rend="indent">Ἐν τοῖς ὑπὲρ Ἀπόλλωνος καὶ Ποσειδῶνος λόγοις τὸν οὐράνιον ἡμῖν αἰθέρα καὶ τὴν ἀκήρατον ἡλίου φλόγα δηλώσας, νῦν μεταβέβηκεν. ἐπὶ τὸ θνητὸν πῦρ, καὶ τοῦτο ἀνθώπλισε ποταμῷ, τὴν διάφορον ἑκατέρου φύσιν εἰς μάχην παροξύνας. πρότερον μὲν οὖν εἴκοντα <pb facs="heraclitiallegor00herauoft_0138"/> τὸν ἥλιον Ποσειδῶνι παρεισάγει, νῦν δὲ τὴν ὑγρὰν οὐσίαν ὑπὸ τῆς πυρώδους ἡττωμένην· δυνατώτερον γὰρ τόδε τὸ στοιχεῖον θατέρου. τίς οὖν οὕτω μέμηνεν, ὡς θεοὺς μαχομένους ἀλλήλοις παρεισάγειν, Ὁμήρου φυσικῆς ταῦτα δι’ ἀλληγορίας θεολογήσαντος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="59"><head xml:lang="lat" rend="center">CAPUT LIX.</head><p rend="indent">Ἐπὶ τέλει οὖν τῆς Ἰλιάδος καὶ σφόδρα τὸν Ἑρμῆν ἐναργῶς ἀκολουθοῦντα Πριάμῳ δεδήλωκεν, ἀλληγορήσας. οὐδὲν γὰρ ἔοικεν οὕτω πειθήνιον ἀνδράσιν ὀργιζομένοις, οὐκ ἄργνρος, οὐ χρυσὸς, οὐ δώρων πολυτέλεια· μειλίχιον δὲ καὶ προσηνὲς ἱκεσίας ὅπλον ἐστὶν ἡ διὰ τοῦ λόγου πειθώ. Πάνυ γοῦν ἀληθῶς Εὐριπίδης· <pb facs="heraclitiallegor00herauoft_0139"/> <quote type="blockquote">Οὐκ ἔστι Πειθοῦς ἱρὸν ἄλλο, πλὴν λόγος.</quote></p><p rend="indent">Τούτῳ τε Πρίαμος, ὥσπερ ὀχυρᾷ παντευχίᾳ καθώπλισται· ᾧ καὶ μάλιστα τὴν Ἀχιλλέως ἐπέκλασεν ὀργὴν, οὐκ ἐν ἀρχῇ δείξας δώδεκα πέπλους, δώδεκα δ’ ἁπλοΐδας χλαίνας, τά τε λοιπὰ τῶν κομισθέντων δώρων· ἀλλ’ αἱ πρῶται τῆς ἰκεσίας φωναὶ τοὺς ἄρσενας αὐτοῦ θυμοὺς ἐξεθήλυναν· <quote type="blockquote">Μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ, <lb/>Τηλίκου ὥσπερ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ.</quote> δι’ ὀλίγου προοιμίου τῶν λόγων συνήρπασεν Ἀχιλλέα, καὶ σχεδὸν ἀντὶ Πριάμου γέγονε Πηλεύς. διὰ τοῦτο ἠλέηται <pb facs="heraclitiallegor00herauoft_0140"/> μὲν ἄχρι τραπέζης· λουτροῖς. δὲ κοσμηθὲν ἀποδίδοται τὸ Ἕκτορος σῶμα· τοσοῦτον ἴσχυσεν ὁ τῶν παθῶν ἑρμηνεὺς λόγος, ὃν συναπέστειλεν Ὅμηρος αὐτῷ, τῆς ἱκετείας παράκλητον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="60"><head xml:lang="lat" rend="center">CAPUT LX.</head><p rend="indent">Ἆρ’ οὐκ ἀπόχρη δι’ ὅλης τῆς Ἰλιάδος συνᾴδουσα ἡ Ὁμήρου φιλοσοφία, ἐν ᾖ τὰ περὶ θεῶν ἠλληγόρησε; ζητῶμεν δὲ τούτων τι περιττότερον, καὶ μετὰ τοσαύτας ἀποδείξεις ἐνδεῖν ἔτι τὰ κατὰ τὴν Ὀδύσσειαν ἡγώμεθα;</p><p rend="indent">Πλὴν ὅμως, ἀκόρεστον γὰρ ἅπαν τὸ καλὸν, ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μεταβῶμεν Ὀδύσσειαν. οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσόφητος· ἀλλ’ ἐν ἑκατέροις τοῖς σωματίοις ὅμοιον εὑρίσκομεν Ὅμηρον, μηδὲν περὶ θεῶν ἀπρεπὲς ἱστοροῦντα [δίχα δὲ τῆς τοιαύτης ἐμπειρίας αἰνιττόμενον].</p></div></div></body></text></TEI>