CAPUT LI Ταύτας οὖν Ὅμηρος πτύχας ὠνόμασεν, δι’ ὧν φησίν· ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, Τὰς δύο χαλκείας, δύο δ’ ἔνδοθι κασσιτέροιο, Τὴν δὲ μίαν χρυσῆν· τὰς μὲν ἀνωτάτω κατὰ τοὺς ἀλαμπεῖς μυχοὺς τοῦ κόσμου κειμένας δύο ζώνας χαλκῷ προσεικάσας· ψυχρὰ γὰρ ἡ ὕλη, καὶ κρύους μεστή. λέγει γοῦν ἑτέρωθί που· ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσι. τὴν δὲ μίαν χρυσῆν τὴν διακεκαυμένην· ἐπειδήπερ ἡ πυρώδης οὐσία κατὰ τὴν χρόαν ἐμφερεστάτῃ χρυσῷ. δύο δ’ ἐνδόθι κασσιτέροιο, τὰς εὐκράτους ὑποσημαίνων· ὑγρὰ γὰρ ἡ ὕλη, καὶ τελέως εὔτηκτος ἡ τοῦ κασσιτέρου, δι’ ἧς τὸ περὶ τὰς ζώνας εὐαφὲς ἡμῖν καὶ μαλθακὸν δεδήλωκε. τὸ μὲν οὖν ἐν οὐρανῷ σεμνὸν ἐργαστήριον Ἡφαίστου τὴν ἱερὰν φύσιν οὔτως ἐδημιούργησεν. CAPUT LII Ἀνίσταται δ’ εὐθὺς ὁ φρικώδης καὶ χαλεπὸς ἐφ’ Ὁμήρῳ τῶν συκοφαντούντων φθόνος ὑπὲρ τῆς θεομαχίας. οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνὴ παρ’ αὐτῷ συνέρρωγεν, ἀλλ’ οὐράνιοι ταραχαὶ καὶ στάσεις τὸ θεῖον ἐπινέμονται· Ἠτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ’ Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα· Ἄντα δ’ Ἐκυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνῃ. Ἥρῃ δ’ ἀντέστη χρνσηλάκατος, κελαδεινή, Ἄρτεμις ἰοχέαιρα, κασιχνήτῃ Ἑκάτοιο. Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς. Ἄντα δ’ἂρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης. οὐκέτι ταῦθ’ Ἕκτωρ πρὸς Αἴαντα μαχόμενος, οὐδ’ Ἀχιλλεὺς· πρὸς Ἓκτορα, καὶ μετὰ Πατρόκλου Σαρπηδών· ἀλλὰ τὸν μέγαν οὐρανοῦ πόλεμον ἀγωνοτεθήσας Ὅμηρος, οὐδ’ ἄχρι μελλήσεως τὸ κακὸν ὥπλισεν, ἀλλ’ ὁμόσε τοὺς θεοὺς συνέρραξεν ἀλλήλοις. ἑπτὰ μὲν γὰρ Ἄρης ἐπέσχε πέλεθρα πεσὼν, μετὰ ταῦτα δ’ Ἀφροδίτης λύτο γούνατα καὶ φίλον ἦτορ. Ἄρτεμις δὲ καὶ προσεξυβρίσθη, τοῖς ἰδίοις τόξοις, ὡς νηπία κόρη σωφρονισθεῖσα, Ξάνθος δὲ παρ’ ὀλίγον οὐδὲ ποταμὸς ἐρρύη διὰ Ἥφαιστον. CAPUT LIII. Ὅμως δ’ οὖν πάντα ταῦτα κατ’ ἀρχὰς μὲν οὐδ’ ὅλως σφόδρα πείθειν δύναται τοὺς πολλούς. εἰ δὲ θελήσει τίς, ἐνδοτέρω καταβὰς τῶν ὁμηρικῶν ὀργίων, ἐποπτεῦσαι τὴν μυστικὴν αὐτοῦ σοφίαν, ἐπιγνώσεται τὸ δοκοῦν αὐτῷ ἀσέβημα πηλίκης μεστόν ἐστι φιλοσοφίας. ἐνίοις μὲν οὖν ἀρέσκει, τὴν τῶν ἑπτὰ πλανήτων ἀστέρων ἐν ἑνὶ ζῳδίῳ σύνοδον ὑφ’ Ὁμήρου διὰ τούτων ἐλεγχθῆναι. φθορὰ δὲ παντελὴς, ὅταν τοῦτο γένηται. σύγχυσιν οὖν τοῦ παντὸς ὑπαινίττεται, συνάγων εἰς ἓν Ἀπόλλωνα, τουτέστιν ἥλιον, καὶ Ἄρτεμιν, ἣν φαμὲν εἶναι σελήνην, τόν τε τῆς Ἀφροδίτης καὶ Ἄρεος, ἔτι δὲ καὶ Ἑρμοῦ καὶ Διὸς ἀστέρα. ταύτην μὲν οὖν πιθανότητος μᾶλλον ἢ ἀληθείας ἐχομένην τὴν ἀλληγορίαν ἄχρι τοῦ μὴ δοκεῖν ἀγνοεῖν παρειλήφαμεν. ἃ δ’ ἔστιν ἐναργέστερα καὶ τῆς Ὁμήρου σοφίας ἐχόμενα, ταῦτα δὴ σκοπεῖν ἀναγκαῖον. CAPUT LIV. Ἀντέταξε γοῦν κακίαις μὲν ἀρετὰς, ταῖς δὲ μαχομέναις φύσεσι τὰς ἀντιπάλους. αὐτίκα γοῦν πῶν θεῶν ἡ ζεῦξις οὕτω πεφιλοσόφηται τῆς μάχης· Ἀθηνᾶ καὶ Ἄρης, τουτέστιν ἀφροσύνη καὶ φρόνησις. ὁ μὲν γὰρ, ὥσπερ ἔφην, μαινόμενός ἐστι, τυκτὸν κακόν, ἀλλοπρόσαλλος. ἡ δ’ ἐν πᾶσι θεοῖς μήτι τε κλέεται καὶ κέρδεσιν. Ἀδιάλλακτός γε μὴν ἔχθρα τοῖς τὰ βέλτιστα διευκρινοῦσι λογισμοῖς πρὸς τὴν οὐδὲν ὁρῶσαν ἀφροσύνην. ὡς δὲ μάλιστα τὸν βίον ὀνήσειν ἔμελλεν, οὕτω τὰ τῆς μάχης διευκρίνησεν. οὐ γὰρ ἡ μεμηνυῖα καὶ παραπλὴξ ἀναισθησία τῆς συνέσεως γέγονε κρείσσων. ἐνίκησε δ’ Ἀθηνᾶ τὸν Ἄρην, καὶ κατὰ γῆς ἐξέτεινεν· ἐπειδήπερ ἅπασα κακία χαμαιπετὴς ἐν τοῖς ταπεινοτάτοις ἔρριπται βαράθροις, πατούμενον νόσημα, καὶ πρὸς πᾶσαν ὕβριν ὑποκείμενον, ἀμέλει συνεξέτεινεν αὐτῷ τὴν Ἀφροδίτην, τουτέστι τὴν ἀκολασίαν. Τὼ μὲν ἄρ’ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ, συγγενῆ καὶ τοῖς πάθεσι γειτνιῶντα νοσήματα. CAPUT LV. Λητοῖ δ’ ἀνθέστηκεν Ἑρμῆς· ἐπειδήπερ ὁ μὲν οὐδὲν ἄλλο πλὴν λόγος ἐστὶ τῶν ἔνδον ἐν ἡμῖν παθῶν ἑρμηνεύς. λόγῳ δὲ πάντα μάχεται Λητὼ, οἱονεὶ Ληθώ τις οὖσα καθ’ ἑνὸς στοιχείου μετάθεσιν· τὸ γὰρ ἀμνημονούμενον οὐκ ἔτι ἀγγελθῆναι δύναται. διὸ δὴ καὶ μητέρα Μουσῶν Μνημοσύνην ἱστοροῦσι, τὰς προστατίδας λόγου θεὰς ἀπὸ μνήμης γεγενῆσθαι λέγοντες· εἰκὸς οὖν τὴν λήθην πρὸς ἀντίπαλον ἅμιλλαν ἐξωρμηκέναι· δικαίως δ’ ὑπεῖξεν αὐτή· λόγου γὰρ ἧττα λήθῃ, καὶ τὸ φανερόν ὑπ’ ἀμνηστίας ἐν κωφῇ νενίκηται σιωπῇ· τῶν γε μὴν ὑπολειπομένων θεῶν ἡ μάχη φυσικωτέρα.