<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="41"><head xml:lang="lat" rend="center">CAPUT XLI. </head><p rend="indent">Ταύτην δὲ τὴν τετράδα τῶν στοιχείων καὶ μετὰ μικρὸν ἐν τοῖς ὅρκοις διεσάφησεν Ἥρα· <quote type="blockquote">ἴστω νῦν τόδε γαῖα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν <lb/>καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ.</quote> τρισὶ γὰρ ὅρκοις τὴν ὁμόφυλον αὐτῆς καὶ συγγενῆ φύσιν ὠνόμασεν, ὕδωρ τε καὶ γῆν, καὶ τὸν ὕπερθεν οὐρανὸν, τουτέστι τὸν αἰθέρα· τέταρτον γὰρ στοιχεῖον ἦν ἡ ὀμνύουσα. διευπορῶν γέ τοι καὶ ἐπὶ πολλοῖς ἀλληγορικῶς <pb facs="heraclitiallegor00herauoft_0104"/> παριστάναι βουλόμενος ταυτὶ τὰ στοιχεῖα, καὶ μετ’ ὀλίγον ἐν τοῖς Ποσειδῶνος πρὸς Ἶριν λόγοις αὐτὰ ταῦθ’ ὑφίσταται λέγων <quote type="blockquote">Ἦτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεί <lb/>Παλλομένων, Ἀίδης δ’ ἔλαχε ζόφον ἠερόεντα. <lb/>Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν. <lb/>Γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.</quote> οὐ μὰ Δί’ οὐ κλῆρος ὁ μυθευόμενος ἐν Σικυῶνι ταῦτα, καὶ διαίρεσις ἀδελφῶν οὕτως ἀνώμαλος, ὥστ’ οὐρανὸν ἀντιθεῖναι θαλάττῃ καὶ ταρτάρῳ. πᾶς γὰρ ὁ μῦθος ἠλληγόρηται περὶ τῶν ἀπ’ ἀρχῆς τεττάρων στοιχείων. Κρόνον μὲν γὰρ ὀνομάζει τὸν χρόνον κατὰ μετάληψιν <pb facs="heraclitiallegor00herauoft_0105"/> ἑνὸς στοιχείου. πατὴρ δὲ τῶν ὅλων ὁ χρόνος, καὶ τελέως ἀμήχανόν τι γενέσθαι τῶν ὄντων δίχα χρόνου· διὸ δὴ ῥίζα τῶν τεττάρων στοιχείων οὗτός ἐστι. μητέρα δ’ αὐτοῖς ἔνειμε Ῥέαν, ἐπεὶ ῥύσει τινὶ καὶ ἀεννάῳ κινήσει τὸ πᾶν οἰκονομεῖται. χρόνου δὴ καὶ ῥύσεως τέκνα, γῆν τε καὶ ὕδωρ, αἰθέρα τε καὶ ἀέρα σὺν αὐτῷ ὑπεστήσατο· καὶ τῇ μὲν πυρώδει φύσει τόπον ἔνειμεν οὐρανόν· τὴν δ’ ὑγρὰν οὐσίαν Ποσειδῶνι προσέθηκε· τρίτον δ’ Ἀίδην, τὸν ἀφώτιστον ἀέρα δηλοῖ. κοινὸν δὲ πάντων καὶ ἑδραιότατον ἀπεφήνατο στοιχεῖον εἶναι τὴν γῆν, ὥσπερ ἑστίαν τινὰ τὴν τῶν ὅλων δημιουργὸν· <quote type="blockquote">Γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.</quote> Διὰ τοῦτο δέ μοι δοκεῖ συνεχῶς ἀλληγορεῖν ὑπὲρ αὐτῶν, ἵν’ ἡ δοκοῦσα τοῖς ἔπεσιν ὑφεδρεύειν ἀσάφεια <pb facs="heraclitiallegor00herauoft_0106"/> τῷ διηνεκεῖ τῆς παραδόσεως ᾖ γνωριμωτέρα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="42"><head xml:lang="lat" rend="center">CAPUT XLII.</head><p rend="indent">Τάγε μὴν ἐπὶ Σαρπηδόνος δάκρυα λύπην μὲν οὐ καταψεύδεται θεοῦ, ὃ καὶ παρ’ ἀνθρώποις νόσημα. τῷ δὲ βουλομένῳ τἀκριβὲς ἐρευνᾶν, ἐπινοεῖται τρόπος ἀλληγορουμένης ἀληθείας· πολλάκις γὰρ ἐν ταῖς μεταβολαῖς τῶν μεγάλων πραγμάτων ἱστοροῦσι τεράστια τῷ βίῳ συμφέρεσθαι σημεῖα ποταμῶν τε καὶ πηγαίων ναμάτων αἱμοφορύκτοις ῥεύμασιν ἐκμιαινομένων <pb facs="heraclitiallegor00herauoft_0107"/> ὡς ἐπ’ Ἀσωποῦ τε καὶ Δίρκης παραδιδόασιν οἱ παλαιοὶ μῦθοι. λόγος δ’ ἔχει καὶ κατὰ νεφῶν ψεκάδας ὕεσθαι, φονίοις τισὶ κηλῖσιν ἐπικεχρωσμένας. ἐπεὶ τοίνυν ἡ μεταβολὴ τῆς μάχης ἀθρόαν φυγὴν ἐμποιήσειν ἔμελλε τοῖς βαρβάροις, ἐγγὺς δ’ ἦν ὁ τοῦ κατ’ ἀλκὴν ἀρίστου Σαρπηδόνος ὄλεθρος, ὡσπερεὶ τεράστια προὐφάνη ταύτης τῆς συμφορᾶς ἀγγελτικά· <quote type="blockquote">Αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε.</quote> τοῦτον δὴ τὸν φόνιον ὄμβρον ἀλληγορικῶς εἶπεν αἰθέρος δάκρυα, Διὸς μὲν οὔ, ἄκλαυστος γὰρ, ἐκ δὲ τῶν ὑπεράνω τόπων ὡσπερεὶ θρήνοις μεμιγμένου καταρραγέντος ὑετοῦ.</p></div><pb facs="heraclitiallegor00herauoft_0108"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="43"><head xml:lang="lat" rend="center">CAPUT XLIII.</head><p rend="indent">Ταυτὶ μὲν ἴσως ἐλάττω τεκμήρια περὶ τῶν ἠλληγορημένων. ἐπὶ μέντοι τῆς ὁπλοποιίας μεγάλῃ τινὶ καὶ κοσμοτόκῳ διανοίᾳ τὴν τῶν ὅλων περιήθροισε γένεσιν. ὅθεν γὰρ αἱ πρῶται τοῦ παντὸς ἔφυσαν ἀρχαὶ, καὶ τίς ὁ τούτων δημιουργὸς, καὶ πῶς ἕκαστα πληρωθέντα διεκρίθη, σαφέσι τεκμηρίοις παρέστησε, τὴν Ἀχιλλέως ἀσπίδα τῆς κοσμικῆς περιόδου χαλκευσάμενος εἰκόνα. καὶ τὸ πρῶτον ὑπεστήσατο τῆς παντελοῦς δημιουργίας νύκτα καιρόν. ἐπειδήπερ αὕτη χρόνου πτερὰ πάτρια πρεσβεῖα κεκλήρωται, καὶ πρὶν ἢ δια <pb facs="heraclitiallegor00herauoft_0109"/> κριθῆναι τὰ νῦν βλεπόμενα, νὺξ ἦν τὸ σύμπαν, ὃ δὴ χάος ποιητῶν ὀνομάζουσι παῖδες. οὐ γὰρ οὕτως ἄθλιόν τινα καὶ κακοδαίμονα παρεισάγει τὸν Ἥφαιστον, ὡς μηδὲ νυκτὸς ἀνάπαυσιν ἔχειν τῆς χειρωνακτικῆς ἐργασίας, ὅπου γε καὶ παρ’ ἀνθρώποις ἄθλιον εἶναι δοκεῖ τὸ μηδὲ νυκτὸς τῶν πόνων ἐκεχειρίαν ἄγειν. ἀλλ’ οὐκ ἐστὶ ταῦτα χαλκεύων Ἀχιλλεῖ πανοπλίαν Ἥφαιστος, οὐδ’ ἐν οὐρανῷ βουνοὶ χαλκοῦ καὶ κασσιτέρου, ἀργύρου τε καὶ χρυσοῦ εἰσίν. ἀμήχανον γὰρ τὰς ἀηδεῖς καὶ φιλαργύρους γῆς νόσους ἐπ’ οὐρανὸν ἀναβῆναι. φυσικῶς δὲ τῆς ἀμόρφου ποτὲ καὶ μὴ διακεκριμένης ὕλης τὸν καιρὸν ἀποφηνάμενος εἶναι νύκτα, δημιουργόν, ἡνίκα ἔμελλε πάντα μορφοῦσθαι, τὸν Ἥφαιστον ἐπέστησε, <pb facs="heraclitiallegor00herauoft_0110"/> τουτέστι τὴν θερμὴν οὐσίαν· πυρὸς γὰρ δὴ, κατὰ τὸν φυσικὸν Ἡράκλειτον, ἀμοιβῇ τὰ πάντα γίνεται. ὅθεν συνοικοῦσαν οὐκ ἀπιθάνως τῷ τῶν ὅλων ἀρχιτέκτονι πεποίηκε τὴν Χάριν. ἔμελλε γὰρ ἤδη τῷ κόσμῳ χαριεῖσθαι τὸν ἴδιον κόσμον. ὗλαι δὲ τίνες αὐτῷ τῆς κατασκευῆς; <quote type="blockquote">χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε.</quote> εἰ μὲν Ἀχιλλεῖ κατεσκεύαζε πανοπλίαν, πάντ’ ἔδει χρυσὸν εἶναι· καὶ γὰρ οἶμαι σχέτλιον, Ἀχιλλέα μηδὲ Γλαύκῳ κατὰ τὴν πολυτέλειαν ἴσον εἶναι. νῦν δὲ τὰ τέτταρα στοιχεῖα κίρναται. καὶ χρυσὸν μὲν ὠνόμασε τὴν αἰθεριώδη φύσιν, ἄργυρον δὲ τὸν αὐτῇ τῇ χροιᾷ συνομοιούμενον ἀέρα· χαλκὸς δὲ καὶ κασσίτερος, ὕδωρ τε καὶ γῆ προσαγορεύεται διὰ τὴν ἐν ἀμφοτέροις βαρύτητα. πρώτη δ’ ἀπὸ τούτων τῶν στοιχείων ἀσπὶς ὑπ’ αὐτοῦ χαλκεύεται, σφαιροειδὲς ἔχουσα τὸ <pb facs="heraclitiallegor00herauoft_0111"/> σχῆμα, ὑφ’ οὗ τὸν κόσμον ἡμῖν ἐμφανῶς ἐσήμηνεν. ὃν οὐκ ἀπὸ τῆς ὁπλοποιίας μόνον, ἀλλὰ καὶ δι’ ἄλλων <pb facs="heraclitiallegor00herauoft_0112"/> τεκμηρίων ὑφίσταται κυκλοειδῆ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="44"><head xml:lang="lat" rend="center">CAPUT XLIV. </head><p rend="indent">Συντόμως δ’ ἐν παρεκβάσει τὰς ὑπὲρ τούτων φιλοτεχνοῦντες ἀποδείξεις δηλώσομεν. συνεχῶς τοίνυν τὸν ἥλιον ἀκάμαντα, καὶ ἠλέκτορα, καὶ ὑπερίονα προσαγορεύει, διὰ τῶν ἐπιθέτων οὐκ ἄλλο τι πλὴν τοῦτο τὸ σχῆμα σημαίνων. ὅ τε γὰρ ἀκάμας, ὁ μὴ κάμνων, ἔοικεν ὅρους ἔχειν οὐκ ἀνατολὴν καὶ δύσιν, ἀλλὰ τὴν ἀεὶ περίδρομον ἀνάγκην. ἠλέκτωρ δὲ δυοῖν θάτερον· <pb facs="heraclitiallegor00herauoft_0113"/> ἢ γὰρ ἄλεκτρος ὁ θεὸς ὀνομάζεται, ὡς μηδέποτε κοίτης ἐπιψαύων· ἢ τάχα πιθανώτερον ἔτι ἑλίκτωρ τις ὤν, καὶ κυκλοτερεῖ φορᾷ δι’ ἡμέρας καὶ νυκτὸς ἀναμετρούμενος τὸν κόσμον. ὑπερίονα δὲ νομιστέον αὐτὸν, τὸν ὑπεριέμενον ἀεὶ τῆς γῆς, ὥσπερ, οἶμαι, καὶ Ξενοφάνης ὁ Κολοφώνιός φησιν· <quote type="blockquote">Ἠέλιός θ’ ὑπεριέμενος, γαῖάν τ’ ἐπιθάλπων.</quote> εἰ γὰρ πατρωνυμικῶς αὐτὸν ἠθέλησεν ὀνομάζειν, εἶπεν ἂν Ὑπεριονίδην· [ὡς Ἀτρείδην, εἰ τύχοι, τὸν Ἀγαμέμνονος, καὶ Πηλείδην τὸν Ἀχιλλέα].</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="45"><head xml:lang="lat" rend="center">CAPUT XLV.</head><p rend="indent">Ἥτε θοὴ νὺξ οὐκ ἄλλο τι σημαίνει, πλὴν τὸ <pb facs="heraclitiallegor00herauoft_0114"/> σφαιροειδὲς ὅλου τοῦ πόλου σχῆμα· τὸν γὰρ αὐτὸν ἡλίῳ δρόμον ἡ νὺξ ἀνύει, καὶ πᾶς καταλειφθεὶς ὑπ’ ἐκείνου τόπος ὑπὸ ταύτης εὐθὺς ἐκμελαίνεται. σαφῶς γοῦν ἑτέρωθί που τοῦτο μηνύων, φησί· <quote type="blockquote">Ἐν δ’ ἔπεσ’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο, <lb/>ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.</quote> ὥσπερ γὰρ ἀπηρτημένην ἑαυτοῦ, τὴν νύκτα κατόπιν ἐφέλκεται, συγχρονοῦσαν τοῖς ἡλίου τάχεσιν. εἰκότως οὖν αὐτὴν Ὅμηρος εἴρηκε θοήν, δύναταί γε μὴν πιθανώτερόν τις ἐπιχειρῶν θοὴν ὀνομάζειν μεταληπτικῶς, οὐ τὴν κατὰ κίνησιν ὀξεῖαν, ἀλλὰ τὴν κατὰ σχῆμα· καὶ γὰρ ἑτέρωθί που φησίν· <quote type="blockquote">Ἔνθεν δ’ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν.</quote> οὐ τὸ τάχος τῶν ἐρριζωμένων νήσων ἠλιθίως δηλῶσαι <pb facs="heraclitiallegor00herauoft_0115"/> ἐσπουδακὼς, ἀλλὰ τὸ σχῆμα, πρὸς ὀξὺ ἀπολήγουσαν ἀποτελοῦν γραμμήν. εἰκότως οὐν θοὴν νύκτα λέγεσθαι τὴν ἐπ’ ὀξὺ τέλος τῆς ἐσχάτης σκιᾶς ἀποτερματίζουσαν.</p></div></div></body></text></TEI>