<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="36"><head xml:lang="lat" rend="center">CAPUT XXXVI.</head><p rend="indent">Φυσικῆς δ’ ἅπτεται θεωρίας καὶ ὅταν ὁ Ζεὺς, εἰς τὸ αὐτὸ συναθροίσας τοὺς θεοὺς ἅπαντας, ἄρχηται τῶν μεγάλων ἀπειλῶν, καθήμενος <quote type="blockquote">Ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.</quote> πρῶτος ἕστηκεν αὐτός· ἐπειδὴ τὴν ἀνωτάτω τάξιν, ὥσπερ ἐδηλοῦμεν, ἡ αἰθεριώδης ἐπέχει φύσις. σειρὰν δ’ ἀπήρτησεν <pb facs="heraclitiallegor00herauoft_0092"/> ἀπὸ τοῦ αἰθέρος ἐπὶ πάντα χρυσῆν. οἱ γὰρ δεινοὶ τῶν φιλοσόφων περὶ ταῦτα, ἀνάμματα πυρὸς εἶναι τὰς τῶν ἀστέρων περιόδους νομίζουσι· τὸ δὲ σφαιρικὸν ἡμῖν τοῦ κόσμου σχῆμα δι’ ἑνὸς ἐμέτρησε στίχου· <quote type="blockquote">Τόσσον ἔνερθ’ ἀίδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης.</quote> μεσαιτάτη γὰρ ἁπάντων ἑστία τις οὖσα, καὶ δύναμιν κέντρου ἐπέχουσα, καθίδρυται βεβαίως ἡ γῆ πᾶσα. κύκλῳ δ’ ὑπὲρ αὐτὴν ὁ οὐρανὸς, ἀπαύστοις περιφοραῖς εἱλούμενος, ἀπ’ ἀνατολῆς εἰς δύσιν τὸν ἀεὶ δρόμον ἐλαύνει. συγκαθέλκεται δ’ ἡ τῶν ἀπλανῶν σφαῖρα. πᾶσαί γε μὴν αἱ ἀπὸ τοῦ περιέχοντος ἄνω καὶ κάτω κύκλου φορούμεναι πρὸς τὸ κέντρον εὐθεῖαι, κατ’ ἀναγωγάς εἰσιν ἀλλήλαις ἴσαι. διὰ τοῦτο γεωμετρικῇ θεωρίᾳ <pb facs="heraclitiallegor00herauoft_0093"/> τὸ σφαιρικὸν σχῆμα διεμέτρησεν, εἰπών· <quote type="blockquote">Τόσσον ἔνερθ’ ἀίδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης,</quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="37"><head xml:lang="lat" rend="center">CAPUT XXXVII.</head><p rend="indent">Ἔνιοι δ’ εἰσὶν οὕτως ἀμαθεῖς, ὥστ’ αἰτιᾶσθαι τὸν Ὅμηρον καὶ περὶ τῶν Λιτῶν, εἰ τὰς Διὸς γονὰς οὕτως ὕβρισε, διάστροφον αὐταῖς περιθεὶς ἀμορφίας χαρακτῆρα· <quote type="blockquote">Καὶ γάρ τε Αιταί εἰσι Διὸς κοῦραι μεγάλοιο, <lb/>Χωλαί τε, ῥυσαί τε, παραβλῶπές τ’ ὀφθαλμώ.</quote> ἐν δὲ τούτοις τοῖς ἔπεσι τὸ τῶν ἱκετευόντων σχῆμα διαπέπλασται. πᾶσα γὰρ οὖν συνείδησις ἁμαρτόντος ἀνθρώπου βραδεῖα, καὶ μόλις οἱ δεόμενοι τοῖς ἱκετευομένοις προσέρχονται, τὴν αἰδῶ κατὰ ῥῆμα μετροῦντες. οὔτε μὴν ἀτρεμὲς δεδόρκασιν, ἀλλ’ ὀπίσω τὰς τῶν ὀμμάτων <pb facs="heraclitiallegor00herauoft_0094"/> βολὰς ἀποστρέφουσι· καὶ μὴν ἔν γε τοῖς πρώτοις οὐδὲν γεγηθὸς τῶν ἱκετευόντων ἡ διάνοια περιτίθησιν ἔρευθος, ἀλλ’ ὠχροὶ καὶ κατηφεῖς, διὰ πρώτης τῆς ὄψεως ἐκκαλούμενοι τὸν ἔλεον. ὅθεν εὐλόγως οὐ τὰς Διὸς θυγατέρας, ἀλλὰ τοὺς ἱκετεύοντας ἀπεφήνατο, <quote type="blockquote">Χωλούς τε ῥυσούς τε, παραβλῶπάς τ’ ὀφθαλμώ,</quote> τοὒμπαλιν δὲ τὴν Ἄτην, σθεναράν τε καὶ ἀρτίπουν. κρατερὸν γὰρ αὐτῆς τὸ ἄφρον, ἀλογίστου γὰρ ὁρμῆς ὑπόπλεως, δρομὰς ὣς, ἐπὶ πᾶσαν ἀδικίαν ἵεται. παθῶν οὖν ἀνθρωπίνων ὡσπερεὶ ζωγράφος Ὅμηρός <pb facs="heraclitiallegor00herauoft_0095"/> ἐστιν, ἀλληγορικῶς τὸ συμβαῖνον ἡμῖν θεῶν περιθεὶς ὀνόμασιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="38"><head xml:lang="lat" rend="center">CAPUT XXXVIII.</head><p rend="indent">Οἶμαι δ’ ἔγωγε καὶ τὸ ἑλληνικὸν τεῖχος, ὃ πρὸς καιρὸν ἔρυμα τῆς ἰδίας ἀσφαλείας ἐπύργωσαν, οὐχ ὑπὸ τοῦ συμμάχου καθῃρῆσθαι Ποσειδῶνος, ἀλλ’ ὡς ὑετοῦ δαψιλοῦς γενομένου, καὶ τῶν ἀπ’ Ἴδης ποταμῶν πλημμυράντων, συνέβη κατερειφθῆναι. ὅθεν ἐπώνυμος τοῦ πάθους γέγονεν ὁ τῆς ὑγρᾶς φύσεως προστάτης Ποσειδῶν. εἰκὸς δὲ καὶ σεισμοῖς διατιναχθὲν ὑπονοστῆσαι τὸ κατασκεύασμα· δοκεῖ δ’ ὁ Ποσειδῶν ἐννοσίγαιος καὶ σεισίχθων εἶναι, τοῖς τοιούτοις τῶν παθημάτων ἐπιγραφόμενος. ἀμέλει φησίν· <quote type="blockquote">Αὐτὸς δ’ Ἐννοσίγαιος, ἔχων χείρεσσι τρίαιναν, <lb/>ἡγεῖτ’· ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε <lb/>φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,</quote> σεισμοῦ τινος φορᾷ διαδονήσας ἐκ βάθρων τὰ τοῦ τείχους θεμέλια, δοκεῖ δέ μοι, λεπτῶς ἐξετάζοντι τὰ τοιαῦτα, μηδὲ τὸ κατὰ τὴν τρίαιναν ἀφιλοσόφητον εἶναι, <pb facs="heraclitiallegor00herauoft_0096"/> δι’ ἦς ὑφίσταται τοὺς λίθους ἀναμεμοχλεῦσθαι τοῦ τείχους. τὰ γάρ τοι σεισμῶν διαφέροντα τοῖς παθήμασιν οἱ φυσικοὶ λέγουσιν εἶναι, ὅσον καί τινας ἰδίους χαρακτῆρας ὀνομάτων ἐπιγράφουσιν αὐτοῖς, βρασματίαν τινὰ καὶ χασματίαν καὶ κλιματίαν προσαγορεύοντες. τριπλαῖς οὖν καθώπλισεν ἀκμαῖς τὸν τῶν σεισμῶν αἴτιον θεὸν· ἀμέλει; πρὸς βραχὺ κινηθέντος αὐτοῦ, <quote type="blockquote">Τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη,</quote> τὸ τῶν σεισμῶν ἰδίωμα τοῦ ποιητοῦ διασημήναντος ἡμῖν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="39"><head xml:lang="lat" rend="center">CAPUT XXXIX.</head><p rend="indent">Ἔτι τοίνυν πολλήν τινα χλεύην, καὶ μακρὸν ἡγοῦνται καταγέλων, τοὺς ἀκαίρους Διὸς ὕπνους ἐν <pb facs="heraclitiallegor00herauoft_0097"/> Ἴδῃ, καὶ τὴν ὄρειον ὥσπερ ἀλόγοις ζῴοις ὑπεστρωμένην εὐνήν. ἐν ᾖ δυσὶ τοῖς ἀφρονεστάτοις πάθεσι δεδούλωται Ζεὺς, ἔρωτι καὶ ὕπνῳ. νομίζω τοίνυν ἔγωγε, αὐτὰ ταῦτα δι’ ἀλληγορίας ἐαρινὴν ὥραν ἔτους εἶναι, καθ’ ἥν ἅπαντα φυτὰ καὶ πᾶσα ἐκ γῆς ἀνίεται χλόη, τοῦ παγετώδους ἡσυχῇ λυομένου κρύους. ὑφίσταται δὲ τὴν Ἥραν, τουτέστι τὸν ἀέρα στυγνὸν ἀπὸ τοῦ χειμῶνος ἔτι καὶ κατηφῆ, καὶ διὰ τοῦτο, οἶμαι, πιθανῶς αὐτῆς στυγερὸς ἔπλετο θυμός· μετὰ μικρὸν δ’, ἀποκρουσαμένη τὸ συννεφὲς τῆς ἀηδίας <quote type="blockquote">Λὐματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ’ ἐλαίῳ, <lb/>Ἀμβροσίῳ, ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·</quote> ἡ λιπαρὰ καὶ γόνιμος ὥρα μετὰ τῆς τῶν ἀνθέων εὐωδίας ὑποσημαίνεται τούτῳ τῷ χρίσματι τῆς Ἥρας [ἀλειψαμένης]. τοὺς τε πλοκάμους φησιν αὐτὴν ἀναπλέξασθαι <pb facs="heraclitiallegor00herauoft_0098"/> <quote type="blockquote">καλοὺς, ἀμβροσίους, ἐκ κράατος ἀθανάτοιο,</quote> τὴν τῶν φυτῶν αἰνιττόμενος αὔξησιν, ἐπειδὴ δένδρον ἅπαν κομᾷ, καὶ θριξὶν ὁμοίως ἀπὸ τῶν κλάδων ἀπαρτᾶται τὰ φύλλα. δίδωσι δ’ ἐγκόλπιον τῷ ἔαρι καὶ τὸν κεστὸν ἱμάντα, <quote type="blockquote">ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαριστύς,</quote> ἐπειδήπερ αὕτη μάλιστα τοῦ ἔτους ἡ ὥρᾳ τὸ τερπνότατον ἐπεκληρώσατο τῶν ἡδονῶν μέρος. οὔτε γὰρ λίαν ὑπὸ τοῦ κρύους πεπήγαμεν, οὔτ’ ἄγαν θαλπόμεθα. μεταίχμιον δέ τι τῆς ἑκατέρωθεν εὐκρασίας ἐν τοῖς σώμασιν ἀνεῖται. τοῦτον τοίνυν τὸν ἀέρα συνέμιξεν Ὅμηρος μετὰ μικρὸν τῷ αἰθέρι. διὰ τοῦτο ἐπὶ τῆς ὑψηλοτάτης ἀκρωρείας καταλαμβάνεται Ζεὺς, ἐν ἡ <quote type="blockquote">δι’ ἠέρος αἰθέρ’ ἵκανεν.</quote> ἔνθα δὲ κίρναται, καθ’ ἕν ἀναμιχθεὶς, ὁ ἀὴρ τῷ αἰθέρι. ἐμφαντικῶς οὖν τοῖς ὀνόμασιν εἶπεν· <pb facs="heraclitiallegor00herauoft_0099"/> <quote type="blockquote">Ἦ ῥα, καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν.</quote> ἐναγκαλίζεται γὰρ ἐν κύκλῳ περιέχων ὁ αἰθὴρ ὑφηπλωμένον αὐτῷ τὸν ἀέρα, τῆς δὲ συνόδου καὶ κράσεως αὐτῶν τὸ πέρας ἐδήλωσε τὴν ἐαρινὴν ὥραν· <quote type="blockquote">Τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην <lb/>Λωτόν θ’ ἑρσήεντα, ἰδὲ κρόκον, ἠδ’ ὑάκινθον, <lb/>Πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ’ ἔεργεν.</quote> ἴδια στέφη ταῦτα τῆς ἀρτιθαλοῦς ὥρας, ἐπειδὰν ἐκ τῶν χειμερίων παγετῶν ἡ (γῆ) στερίφη καὶ μεμυκυῖα πηγὰς ὡς κυοφορουμένας ἔνδον ὠδῖνας ἐκφήνῃ. προσεπισφραγιζόμενος δὲ τοῦτο, τὸν λωτὸν εἶπεν ἑρσήεντα, τὸν δροσερὸν, τῆς ἐαρινῆς καταστάσεως ἐμφανέστερον ποιῶν τὸν καιρόν. <pb facs="heraclitiallegor00herauoft_0100"/> <quote type="blockquote">ἐπὶ δὲ νεφέλην ἕσσαντο <lb/>καλὴν, χρυσείην· στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι.</quote> τίς ἀγνοεῖ τοῦθ’, ὅτι χειμῶνος μὲν ἐπάλληλα πυκνώματα τῶν νεφῶν ἐκμελαίνεται, καὶ μετὰ θολερᾶς ἀχλύος κατηφὴς ἅπας ὁ οὐρανὸς ἀμαυροῦται· τοῦ δ’ ἀέρος ὑποσχίζοντος, ἀργὰ τὰ νέφη μαλακῶς ὑποσπείρεται, ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐναγκαλιζόμενα, καὶ παραπλήσιόν τι χρυσαῖς μαρμαρυγαῖς ἀποστίλβει· τοῦτο δὴ τὸ περὶ τὴν Ἴδην κορυφαῖον ἡμῖν νέφος ὁ τῆς ἐαρινῆς ὥρας δημιουργὸς Ὅμηρος ἐδήλωσεν.</p></div><pb facs="heraclitiallegor00herauoft_0101"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="40"><head xml:lang="lat" rend="center">CAPUT XL.</head><p rend="indent">Ἀλλ’ ἐφεξῆς ἡ τῶν ἐπιφυομένων αὐτῷ τόλμα τοὺς Ἥρας δεσμοὺς αἰτιᾶται, καὶ νομίζουσιν ὕλην τινὰ δαψιλῇ τῆς ἀθέου πρὸς Ὅμηρον ἔχειν μανίας· <quote type="blockquote">ἦ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν· ἐκ δὲ ποδοῖν <lb/>ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα <lb/>χρύσεον, ἄρρηκτον· σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν <lb/>ἐκρέμω.</quote> λέληθε δ’ αὐτοὺς, ὅτι τούτοις τοῖς ἔπεσιν ἡ τοῦ παντὸς ἐκτεθεολόγηται γένεσις, καὶ τὰ συνεχῶς ᾀδόμενα τέτταρα στοιχεῖα· τούτων τῶν στίχων ἐστὶ τάξις, καθάπερ ἤδη μοι λέλεκται· πρῶτος αἰθὴρ, καὶ μετὰ τοῦτον ἀὴρ, εἶθ’ ὕδωρ τε καὶ γῆ τελευταία, τὰ πάντων δημιουργὰ στοιχεῖα. ταῦτα δ’ ἀλλήλοις ἐπικιρνάμενα ζῳογονεῖται καὶ τῶν ἀψύχων ἀρχέγονα καθίσταται. Ζεὺς τοίνυν ὁ πρῶτος τὸν ἑαυτοῦ ἀέρα κατήρτηκε. <pb facs="heraclitiallegor00herauoft_0102"/> στερεοὶ δ’ ἄκμονες ὑπὸ ταῖς ἐσχάταις ἀέρος βάσεσιν, ὕδωρ τε καὶ γῆ, καὶ τοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ἐφ’ ἑκάστης λέξεως, εἴ τις ἀκριβῶς ἐθέλοι σκοπεῖν τἀληθές, εὑρήσει. Ἦ οὺ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν. ἀπὸ γὰρ τῶν ἀνωτάτω καὶ μετεώρων τόπων φησὶν αὐτὴν ἀπηρτῆσθαι. περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον, ἄρρηκτον. τί τοῦτο τὸ καινὸν αἴνιγμα τῆς κολακευούσης τιμωρίας; πῶς ὀργιζόμενος ὁ Ζεὺς πολυτελεῖ δεσμῷ τὴν κολαζομένην ἠμύνατο, χρυσοῦν ἀντὶ τοῦ κραταιοτέρου σιδήρου τὸν δεσμὸν ἐπινοήσας; ἀλλ’ ἔοικε τὸ μεταίχμιον αἰθέρος τε καὶ ἀέρος χρυσῷ μάλιστα τὴν χρόαν ἐμφερὲς εἶναι· πάνυ δὴ πιθανῶς, καθ’ ὃ μέρος ἀλλήλοις ἐπισυνάπτουσι, λήγων μὲν ὁ αἰθὴρ, ἀρχόμενος δὲ μετ’ ἐκεῖνον ὁ ἀὴρ, χρυσοῦν ὑπεστήσατο δεσμόν, ἐπιφέρει γοῦν· Σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω,. τὸν ἄχρι νεφῶν τόπον ὁρίσας μέτρον ἀέρος. ἐκ δὲ τῶν τελευταίων μερῶν τοῦ ἀέρος, ἃ καλεῖ τοὺς πόδας, ἀπήρτησε στιβαρὰ βρίθη, γῆν τε καὶ ὕδωρ· <pb facs="heraclitiallegor00herauoft_0103"/> ἐκ δὲ ποδοῖιν ἄκμονας ἧκα δύω. πῶς ἂν οὖν εἶπεδεσομὸν ἄρρηκτον, αὐτίκα τῆς Ἥρας λυθείσης, εἴγε τῷ μύθῳ προσεκτέον; ἀλλ’ ἐπειδήπερ ἡ τῶν ὅλων ἁρμονία δεσμοῖς ἀρραγέσι συνωχύρωται, καὶ δυσχερὴς ἡ τοῦ παντὸς εἰς τἀναντία μεταβολὴ, τὸ μὴ δυνηθὲν ἂν διαζευχθῆναί ποτε, κυρίως ὠνόμασεν ἄρρηκτον.</p></div></div></body></text></TEI>