<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="31"><head xml:lang="lat" rend="center">CAPUT XXXI.</head><p rend="indent">Ὁμοίως δ’ ὁ Ἄρης οὐδέν ἐστιν ἄλλο πλὴν ὁ πόλεμος, παρὰ τὴν ἀρὴν ὠνομασμένος, ἥπερ ἐστὶ βλάβη. γένοιτο δ’ ἂν ἡμῖν τοῦτο σαφὲς ἐκ τοῦ λέγειν αὐτὸν μαινόμενον τυκτὸν κακὸν, ἀλλοπρόσαλλον ἐπιθέτοις γὰρ ἁρμόζουσι πολέμῳ κέχρηται μᾶλλον ἤ θεῷ· μανίας γάρ εἰσι πλήρεις ἅπαντες οἱ μαχόμενοι, πρὸς τὸν κατ’ ἀλλήλων φόνον ἐνθουσιαστικῶς ζέσαντες· καὶ τὸ ἀλλοπρόσαλλον ἑτέρωθί που διὰ πλειόνων ἐξηγεῖται, λέγων· <quote type="blockquote">Ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα</quote> <pb facs="heraclitiallegor00herauoft_0082"/>νεμεσηταὶ γὰρ αἱ πολέμων ἐπ’ ἀμφότερα ῥοπαὶ, καὶ τὸ νικηθὲν οὐδὲ προσαντῆσαν αἰφνιδίως πολλάκις ἐκράτησεν ὥστε, τῆς ἐν ταῖς μάχαις ἀμφιβολίας ἄλλοτε πρὸς ἄλλους μεταφοιτώσης, ἐτύμως κακὸν ἀλλοπρόσαλλον προσείρηκε τὸν πόλεμον. ἐτρώθη δ’ ὑπὸ Διομήδους Ἄρης, οὐ κατ’ ἄλλο τι μέρος, ἀλλὰ <quote type="blockquote">νείατον ἐς κενεῶνα.</quote> σφόδρα πιθανῶς. ἐπὶ γὰρ τὰ κενὰ τῆς μὴ πάνυ φρουρουμένης τῶν ἀντιπάλων τάξεως παρεισελθὼν, εὐμαρῶς ἐτρέψατο τοὺς βαρβάρους. καὶ μὴν χάλκεον λέγει τὸν Ἄρην, τὰς τῶν μαχομένων πανοπλίας ὑποσημαίνων· σπάνιος γὰρ ἦν ὁ σίδηρος ἐν τῷ πάλαι χρόνῳ· τὸ δὲ σύμπαν ἐσκέποντο χαλκῷ. διὰ τοῦτό φησιν· <pb facs="heraclitiallegor00herauoft_0083"/> <quote type="blockquote">Ὄσσε δ’ ἄμερδεν <lb/>αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων, <lb/>θωρήκων τε νεοσμήκτων.</quote> ἀναβοᾷ δὲ τρωθεὶς, <quote type="blockquote">ὅσσον τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι.</quote> Καὶ τοῦτο δὲ τεκμήριον πολλῶν διωκομένων πολεμίων· οὐ γὰρ ἂν εἷς θεὸς ἀνεβόησε τοσοῦτον, ἀλλ’ ἡ φεύγουσα μυρίανδρος, οἶμαι, τῶν βαρβάρων φάλαγξ. ὥστ’ ἐναργέσι τεκμηρίοις καὶ διὰ τῶν κατὰ μέρος ἐδείξαμεν, οὐ τὸν Ἄρην τετρωμένον ὑπὸ Διομήδους, ἀλλὰ τὸν πόλεμον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="32"><head xml:lang="lat" rend="center">CAPUT XXXII. </head><p rend="indent">Αὗται δ’ ἐν παρεκβάσει τῶν προτέρων ἀλληγοριῶν, δι’ ὧν καὶ τεχνικωτέραν ἔχουσιν ἐμπειρίαν ἐν οἷς φησί· <pb facs="heraclitiallegor00herauoft_0084"/> <quote type="blockquote">Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης, <lb/>Παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ.</quote></p><p rend="indent">γεννικοὶ γὰρ οὗτοι καὶ κατ’ ἀλκὴν ἰσχυροὶ νεανίαι <pb facs="heraclitiallegor00herauoft_0085"/> γεγονότες, ἐπειδὴ ταραχῆς καὶ πολέμου μεστὸν ᾔδεσαν τὸν βίον, οὐδεμιᾶς εἰρηνικῆς ἀναπαύσεως μέσης τοὺς παρ’ ἕκαστα κάμνοντας ἀνιείσης, ἰδίοις ὅπλοις ἐκστρατευσάμενοι, τὴν ἐπιπολάζουσαν ἀηδίαν ἀνέστειλαν. ἄχρι μὲν οὖν τρισκαίδεκα μηνῶν ἀκλινής τ’ ἦν καὶ ἀστασίαστος αὐτῶν ὁ οἶκος, ἐν ὁμονοίᾳ τε τὴν εἰρήνην διεστρατήγουν· μητρυιὰ δὲ παρεισπεσοῦσα φιλόνεικος, οἰκίας νόσος, ἀνέτρεψε πάντα καὶ διέφθειρε τὴν πρότερον· εὐστάθειαν· ἐκ δευτέρου δὲ πάλιν, ὁμοίας ταραχῆς ἀναφθείσης, ἔδοξεν ὁ Ἀρης ἀπὸ τοῦ δεσμωτηρίου λελύσθαι [τουτέστιν ὁ πόλεμος].</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="33"><head xml:lang="lat" rend="center">CAPUT XXXIII. </head><p rend="indent">Ἡρακλέα δὲ νομιστέον οὐκ ἀπὸ σωματικῆς δυνάμεως ἀναχθέντα τοσοῦτον ἰσχῦσαι τοῖς τότε χρόνοις. ἀλλ’ ἀνὴρ ἔμφρων καὶ σοφίας οὐρανίου μύστης γεγονὼς, ὡσπερεὶ κατὰ βαθείας ἀχλύος ὑποδεδυκυῖαν ἐφώτισε τὴν φιλοσοφίαν, καθ’ ἅπερ ὁμολογοῦσι καὶ Στωικῶν <pb facs="heraclitiallegor00herauoft_0086"/> οἱ δοκιμώτατοι. περὶ μὲν οὖν τῶν ἄλλων ἄθλων, ὁπόσοι τῆς παρ’ Ὁμήρῳ μνήμης ὑστεροῦσι, τί δεῖ παρὰ καιρὸν ἐκμηκύνειν φιλοτεχνοῦντας; ὅτι κάπρον μὲν εἷλε, τὴν ἐπιπολάζουσαν ἀνθρώποις ἀκολασίαν, λέοντα δὲ, τὴν ἀκρίτως ὁρμῶσαν ἐφ’ ἃ μὴ δεῖ φορὰν, κατ’ αὐτὸ δὲ θυμοὺς ἀλογίστους πεδήσας, τὸν ὑβριστὴν ταῦρον ἐνομίσθη δεδεκέναι· δειλίαν γε μὴν ἐφυγάδευσεν ἐκ τοῦ βίου, τὴν Κερυνείαν ἔλαφον. καί τις ἀπρεπῶς ὀνομαζόμενος ἆθλος ἐκμεμόχθηται διακαθήραντος αὐτοῦ τὴν πολύχουν κόπρον, ἐπιτρέχουσαν ἀνθρώποις ἀηδίαν. ὄρνις δὲ, τὰς ὑπηνέμους ἐλπίδας, αἱ βόσκουσι τὸν βίον ἡμῶν, ἀπεσκέδασέ τε καὶ τὴν πολυκέφαλον ὕδραν, τὴν ἡδονὴν, ἥτις, ὅταν ἐκκοπῇ, πάλιν ἄρχεται βλαστάνειν, ὥσπερ διὰ πυρός τινος τῆς παραινέσεως ἐξέκαυσεν. αὐτὸς <pb facs="heraclitiallegor00herauoft_0087"/> γε μὴν ὁ τρικέφαλος δειχθεὶς ἡλίῳ κέρβερος εἰκότως ἂν τὴν τριμερῆ φιλοσοφίαν ὑπαινίττοιτο. τὸ μὲν γὰρ αὐτῆς λογικὸν, τὸ δὲ φυσικὸν, τὸ δὲ ἠθικὸν ὀνομάζεται· ταῦτα δ’, ὥσπερ ἀφ’ ἑνὸς αὐχένος ἐκπεφυκότα, τριχῆ πατὰ τὴν κεφαλὴν μερίζεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="34"><head xml:lang="lat" rend="center">CAPUT XXXIV.</head><p rend="indent">Περὶ μὲν δὴ τῶν ἄλλων, ὥσπερ εἶπον, ἄθλων, ἐν συντόμῳ δεδήλωται. τετρωμένην δ’ Ὅμηρος ὑπεστήσατο τὴν Ἥραν, τοῦτο ἀκριβῶς παραστῆσαι βουλόμενος, ὅτι τὸν θολερὸν ἀέρα, καὶ πρὸ τῆς ἑκάστου διανοίας ἐπαχλύοντα, πρῶτος Ἡρακλῆς, θείῳ χρησάμενος λόγῳ, διώρθρωσε, τὴν ἑκάστου τῶν ἀνθρώπων ἀμαθίαν πολλαῖς νουθεσίαις κατατρώσας. ὅθεν ἀπὸ γῆς εἰς <pb facs="heraclitiallegor00herauoft_0088"/> οὐρανὸν ἀφίησι τὰ τόξα. πᾶς γὰρ ἀνὴρ φιλόσοφος ἐν θνητῷ καὶ ἐπιγείῳ τῷ σώματι πτηνὸν ὥσπερ τι βέλος, τὸν νοῦν, εἰς τὰ μετάρσια διαπέμπεται. τεχνικῶς δὲ προσέθηκεν εἰπὼν· ἰῷ τριγλώχινι βαλών. ἵνα διὰ συντόμου τὴν τριμερῆ φιλοσοφίαν ὑπὸ τοῦ τριγλώχινος ὑποσημήνῃ βέλους. Μεθ’ Ἥραν δὲ τετόξευκε καὶ τὸν Ἅιδην. οὐδεὶς γὰρ ἄβατος φιλοσοφίᾳ χῶρος. ἀλλὰ μετὰ τὸν οὐρανὸν ἐζήτηκε τὴν κατωτάτω φύσιν, ἵνα μηδὲ τῶν νέρθεν ἀμύητος ᾖ. τὸν οὖν <pb facs="heraclitiallegor00herauoft_0089"/> ἀλαμπῆ καὶ πᾶσιν ἀνθρώποις ἄβατον ᾅδην ὁ τῆς σοφίας οἰστὸς, εὔστοχα βληθεὶς, διευκρίνησεν· ὥσθ’ αἱ Ἡρακλέους χεῖρες ἁγνεύουσι παντὸς Ὀλυμπίου μύσους. ἀρχηγὸς δὲ πάσης σοφίας γενόμενος Ὅμηρος, ἀλληγορικῶς παρέδωκε τοῖς μετ’ αὐτὸν ἀρύσασθαι κατὰ μέρη πάνθ’, ὅσα πρῶτος πεφιλοσόφηκε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="35"><head xml:lang="lat" rend="center">CAPUT XXXV.</head><p rend="indent">Νομίζουσι τοίνυν ἔνιοι μηδὲ Διόνυσον εἶναι παρ’ Ὁμήρῳ θεόν. ἐπειδήπερ ὑπὸ Λυκούργου διώκεται, καὶ μόλις δοκεῖ σωτηρίας τυχεῖν, Θέτιδος αὐτῷ παραστάσης. τὸ δ’ ἐστὶν οἴνου συγκομιδῆς γεωργικὴ ἀλληγορία, δι’ ὧν φησίν· <quote type="blockquote">Ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας <lb/>Σεῦε κατ’ ἠγάθεον Νυσήιον· αἱ δ’ ἅμα· πᾶσαι <lb/>Θύσθλα χαμαὶ κατέχευον, ὑπ’ ἀνδροφόνοιο Λυκούργου <lb/>Θεινόμεναι βουπλῆγι. Διώνυσος δὲ φοβηθείς <lb/>Δύσεθ’ ἁλὸς κατὰ κῦμα, Θέτις δ’ ὑπεδέξατο κόλπῳ <lb/>Δειδιότα.</quote> <pb facs="heraclitiallegor00herauoft_0090"/> μαινόμενον μὲν εἴρηκε Διόνυσον ἀντὶ τοῦ οἴνου· ἐπειδήπερ οἱ πλείονι τῷ ποτῷ χρώμενοι τοὺς λογισμοὺς διασφάλλονται. ὥσπερ τὸ δέος, εἰ τύχοι, χλωρὸν λέγει, καὶ πευκεδανὸν τὸν πόλεμον· ἃ γὰρ ἀπ’ αὐτῶν συμβαίνει, ταῦτα ἐκείνοις περιῆψεν, ὅθεν ἄρχεται τὰ πάθη. τιθήνας δὲ νομίζειν δεῖ τὰς ἀμπέλους. Αυκοῦργος δ’, ἀνὴρ εὐαμπέλου λήξεως δεσπότης, μετὰ τὴν ὀπωρινὴν ὥραν, ὅτε συγκομιδὴ τῶν διονυσιακῶν καρπῶν ἐστὶν, ἐπὶ τὴν εὐφορωτάτην ἐξεληλύθει Νύσαν. καὶ μετὰ τοῦτο, ἔτι δρεπομένων τῶν βοτρύων φησί· Διώνυσος δὲ φοβηθείς· ἐπειδήπερ ὁ μὲν φόβος εἴωθε τρέπειν τὴν διάνοιαν. ὁ δὲ τῆς σταφυλῆς καρπὸς τρέπεται θλιβόμενος εἰς οἶνον. ἔθος γε μὴν τοῖς πολλοῖς, ἐπὶ φυλακῇ τοῦ διαμένειν ἀκλινῆ τὸν καρπὸν, ἐπικιρνάναι θαλαττίῳ ὕδατι· παρὰ τοῦτο ὁ Διόνυσος <quote type="blockquote">Δύσεθ’ ἁλὸς κατὰ κῦμα.</quote></p><pb facs="heraclitiallegor00herauoft_0091"/><p rend="indent">Θέτις δ’ ὑπεδέξατο κόλπῳ, ἡ τελευταία μετὰ τὴν ἀπόθλιψιν τοῦ καρποῦ θέσις. αὕτη γὰρ ἐσχάτη δέχεται τὸν οἶνον· δειδιότα δὲ, διὰ τὸν ἐν ἀρχῇ τοῦ νεοθλιβοῦς γλεύκους παλμὸν, καὶ τὴν μεθαρμόζουσαν ὁρμήν· δέος εἶπε γὰρ τὸν τρόμον. οὕτως Ὅμηρος οὐ φιλοσοφεῖν μόνον ἀλληγορικῶς, ἀλλὰ καὶ γεωργεῖν ἐπίσταται.</p></div></div></body></text></TEI>