<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="26"><head xml:lang="lat" rend="center">CAPUT XXVI.</head><p rend="indent">Ἐγκαλοῦσι δ’ Ὁμήρῳ καὶ περὶ τῆς Ἡφαίστου ῥίψεως· τὸ μὲν πρῶτον, ὅτι χωλὸν αὐτὸν ὑφίσταται, <pb facs="heraclitiallegor00herauoft_0073"/> τὴν θείαν ἀκρωτηριάζων φύσιν· εἶθ’, ὅτι καὶ παρὰ μικρὸν ἧκε κινδύνου. φησὶ γάρ, <quote type="blockquote">Πᾶν δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντι <lb/>Κάππεσον ἐν Αήμνῳ. ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν.</quote> Καὶ τούτοις δ’ ὑποκρύπτεταί τις Ὁμήρῳ φιλόσοφος νοῦς· οὐ γὰρ πλάσμασι ποιητικοῖς τοὺς ἀκούοντας τέρπων αὐτίκα χωλὸν ἡμῖν παραδέδωκεν Ἥφαιστον, τὸν ἐξ Ἥρας καὶ Διὸς μυθούμενον παῖδα· τοῦτο γὰρ ἀπρεπὲς ὄντως ἱστορεῖν περὶ θεοῦ. ἀλλ’ ἐπεὶ ἡ τοῦ πυρὸς οὐσία διπλῆ, καὶ τὸ μὲν αἰθέριον (ὡς ἔναγχος εἰρήκαμεν) ἐπὶ τῆς ἀνωτάτω τοῦ παντὸς αἰώρας οὐδὲν ὑστεροῦν ἔχει πρὸς τελειότητα, τοῦ δὲ παρ’ ἡμῖν πυρὸς ἡ ὕλη, πρόσγειος οὖσα, φθαρτὴ, καὶ διὰ τῆς ὑποτρεφούσης παρ’ ἕκαστα ζωπυρουμένη, διὰ τοῦτο <pb facs="heraclitiallegor00herauoft_0074"/> τὴν μὲν ὀξντάτην φλόγα συνεχῶς ἥλιόν τε καὶ Δία προσαγορεύει, τὸ δ’ ἐπὶ γῆς πῦρ Ἥφαιστον, ἑτοίμως ἁπτόμενόν τε καὶ σβεννύμενον. ὅθεν εἰκότως, κατὰ σύγκρισιν ἐκείνου τοῦ ὁλοκλήρου, τοῦτο νενόμισται χωλὸν εἶναι τὸ πῦρ. ἄλλως τε καὶ πᾶσα ποδῶν πήρωσις ἀεὶ τοῦ διαστηρίζοντος ἐπιδεῖται βάκτρου· τὸ δὲ παρ’ ἡμῖν πῦρ, ἄνευ τῆς τῶν ξύλων ἐπιθέσεως οὐ δυνηθὲν ἂν ἐπιπλέον παραμεῖναι, συμβολικῶς χωλὸν εἴρηται. τὸν γοῦν Ἥφαιστον οὐκ ἀλληγορικῶς ἐν ἑτέροις, ἀλλὰ διαρρήδην πῦρ φησὶν Ὅμηρος εἶναι· <quote type="blockquote">Σπλάγχνα δ’ ἂρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο.</quote></p><p rend="indent">Μεταληπτικῶς ὑπὸ τοῦ Ἡφαίστου τὰ σπλάγχνα φησὶν ὀπτᾶσθαι. Καὶ μὴν ἀπ’ οὐρανοῦ ῥιπτόμενον αὐτὸν ὑφίσταται φυσικῶς. Κατὰ γὰρ ἀρχὰς οὐδέπω τῆς τοῦ πυρὸς χρήσεως ἐπιπολαζούσης, ἅνθρωποι χρονικῶς χαλκοῖς τισιν ὀργάνοις κατεσκευασμένοις ἐφειλκύσαντο τοὺς ἀπὸ τῶν μετεώρων φερομένους σπινθῆρας, κατὰ <pb facs="heraclitiallegor00herauoft_0075"/> τὰς μεσημβρίας ἐναντία τῷ ἡλίῳ [τὰ ὄργανα] τιθέντες· ὅθεν οἶμαι δοκεῖ καὶ Προμηθεὺς ἀπ’ οὐρανοῦ διακλέψαι τό πῦρ. ἐπειδήπερ [τέχνης] προμηθεια τῶν ἀνθρώπων ἐπενόησε τὴν ἐκεῖθεν ἀπόρροιαν αὐτοῦ. Λῆμνον δὲ πρῶτον οὐκ ἀλόγως ἐμύθευσε τὴν ὑποδεξαμένην τὸ θεόβλητον πῦρ· ἐνταῦθα γὰρ ἀνίενται [ἐγ]γηγενοῦς πυρὸς αὐτόματοι φλόγες. δηλοῖ δὲ σαφῶς, ὅτι τοῦτο θνητόν ἐστι τὸ πῦρ, ἐξ ὧν ἐπήνεγκεν· <quote type="blockquote">ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν.</quote> <pb facs="heraclitiallegor00herauoft_0076"/> ἀπόλλυται γὰρ εὐθέως μαρανθὲν, εἰ μὴ λάβοιτο τῆς διαφυλάττειν αὐτὸ δυναμένης προνοίας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="27"><head xml:lang="lat" rend="center">CAPUT XXVII</head><p rend="indent">Καὶ ταῦτα μὲν περὶ Ἡφαίστου φιλοσοφητέον. ἐῶ γὰρ ἐπὶ τοῦ παρόντος, ὡς τερατείαν τινὰ, τὴν Κράτητος φιλοσοφίαν, ὅτι Ζεὺς, ἀναμέτρησιν τοῦ παντὸς ἐσπουδακὼς γενέσθαι, δύο πυρσοῖς ἰσοδρομοῦσιν, Ἡφαίστῳ τε καὶ ἡλίῳ, διετεκμήρατο τοῦ κόσμου τὰ διαστήματα· τὸν μὲν ἄνωθεν ἀπὸ τοῦ βηλοῦ καλουμένου ῥίψας, τὸν δ’ ἀπ’ ἀνατολῆς εἰς δύσιν ἀφεὶς φέρεσθαι. διὰ <pb facs="heraclitiallegor00herauoft_0077"/> τοῦτ’ ἀμφότεροι καὶ συνεχρόνισαν. ἅμα γὰρ ἠελίῳ καταδύντι κάππεσεν Ἥφαιστος ἐν Λήμνῳ· τοῦτο τοίνυν, εἲτε κοσμική τις ἀναμέτρησις, εἴθ’, ὅτι μᾶλλον ἀληθὲς, ἔστιν ἀλληγορικὴ τοῦ καθ’ ἡμᾶς πυρὸς ἀνθρώποις] παράδοσις, οὐδὲν ἀσεβὲς περὶ Ἡφαίστου παρ’ Ὁμήρῳ λέλεκται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="28"><head xml:lang="lat" rend="center">CAPUT XXVIII.</head><p rend="indent">Καὶ μὴν ἐπὶ τῆς δευτέρας ῥαψῳδίας, ἀνακομιζομένων τῶν Ἑλλήνων, Ὀδυσσεῖ διαποροῦντι παρέστηκεν οὐκ ἄλλη τις, ἀλλ’ ἡ θεία φρόνησις, ἣν Ἀθηνᾶν ὀνομάζει. Καὶ τὴν ἀποστελλομένην Ἶριν ἄγγελον τοῦ Διὸς, τὸν εἴροντα λόγον ὑφίσταται, ὥσπερ Ἑρμῆν τὸν ἑρμηνεύοντα· δύο γὰρ ἄγγελοι θεῶν, οὐδενὸς ἄλλου πλὴν ἐπώνυμοι τῆς κατὰ τὸν λόγον ἑρμηνείας. Ἀλλ’ ἀπρεπῶς Ἀφροδίτη μαστροπεύει πρὸς Ἀλέξανδρον <pb facs="heraclitiallegor00herauoft_0078"/> Ἑλένην. ἀγνοοῦσι γὰρ, ὅτι νῦν λέγει τὴν ἐν τοῖς ἐρωτικοῖς πάθεσιν ἀφροσύνην, ἢ μεσῖτίς ἐστι καὶ διάκονος ἀεὶ μειρακιώδους ἐπιθυμίας· αὕτη καὶ τόπον εὗρεν ἐπιτήδειον, ὅπου τὸν Ἑλένης δίφρον ἀφιδρύσει, καὶ ποικίλοις μαγγάνοις ἑκατέρων κινεῖ τὸν πόθον, Ἀλεξάνδρου μὲν ἐρωτικῶς ἔτι διακειμένου, τῆς δ’ Ἑλένης μετανοεῖν ἀρχομένης. διὸ δη κατ’ ἀρχὰς ἀντειποῦσα, τοὔσχατον ὑπείκει, μεταξὺ δυοῖν φερομένη παθῶν, ἔρωτός τε τοῦ πρὸς Ἀλέξανδρον, καὶ αἰδοῦς τῆς πρὸς Μενέλαον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="29"><head xml:lang="lat" rend="center">CAPUT XXIX. </head><p rend="indent">Ἣ γε μὴν εὐωχουμένοις τοῖς θεοῖς ὑποδιακόνουμένη κατ’ ἀρχὰς Ἣβη, τίς ἂν εἴη, πλὴν ἡ διηνεκῶς ἓν ταῖς ἁβροσύναις νεότης; οὐδὲ γὰρ ἐν οὐρανῷ γῆρας, οὐδ’ ὕπεστί τι τῆς θείας φύσεως ἔσχατον βίου νόσημα. πασης δ’ ἐξαιρέτως θυμηδίας, ὡσπερεὶ συνεκτικὸν ὄργανόν ἐστιν ἡ τῶν συνεληλυθότων ἐπὶ τὴν ἅβροσύνην <pb facs="heraclitiallegor00herauoft_0079"/> ἀκμή Περὶ γε τῆς Ἔριδος οὐδ’ ὑπεσταλμένως ἠλληγόρησεν, οὐδ’ ὥστε δεῖσθαι λεπτῆς τινος εἰκασίας· ἀλλ’ ἐκ τοῦ φανεροῦ τὰ κατ’ αὐτὴν πεπόμπευκεν· <quote type="blockquote">Ἥτ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα <lb/>Οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει.</quote> διὰ γὰρ τούτων τῶν ἐπῶν οὐ θεά τις οὕτω παντάπασιν τερατώδης ὑφ’ Ὁμήρου μεμόρφωται, τὰς προς ἑκάτερον μεταβολὰς τοῦ σώματος ἀπίστους ἔχουσα, καὶ ποτὲ μὲν ἐπὶ γῆς ἐρριμμένη ταπεινὴ, ποτὲ δ’ εἰς ἄπειρον αἰθέρος ἐκτειναμένη μέγεθος· ἀλλ’, ὃ συμβέβηκεν ἀεὶ τοῖς φιλονεικοῦσι πάθος, ἐκ ταύτης τῆς ἀλληγορίας διετύπωσεν. ἀρξαμένη γὰρ ἀπὸ λιτῆς αἰτίας ἡ ἔρις, ἐπειδὰν ὑποκινηθῇ, πρὸς μέγα δή τι κακὸν διογκοῦται.</p></div><pb facs="heraclitiallegor00herauoft_0080"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="30"><head xml:lang="lat" rend="center">CAPUT XXX.</head><p rend="indent">Καὶ ταυτὶ μὲν ἴσως μετριώτερα. πολλὴ δὲ κατ’ Ὁμήρου τραγῳδία σκηνοβατεῖται παρὰ τοῖς ἀγνωμόνως αὐτὸν ἐθέλουσι συκοφαντεῖν, ὅτι παρεισάγει κατὰ τὴν πέμπτην ῥαψῳδίαν τιτρωσκομένους θεοὺς, Ἀφροδίτην τὸ πρῶτον ὑπὸ Διομήδους, εἶτ’ Ἄρην. προστιθέασι δὲ τούτοις, ὅσα κατὰ παρηγορίαν ἡ Διώνη περὶ τῶν ἔτι πρότερον ἠτυχηκότων ἀπαγγέλλει θεῶν. ἐν μέρει δ’ ὑπὲρ ἑκάστου τὸν λόγον ἀποδώσομεν ἡμεῖς, οὐδεμιᾶς ἐκτὸς ὄντα φιλοσοφίας Διομήδης γὰρ, Ἀθηνᾶν ἔχων σύμμαχον, τουτέστι τὴν φρόνησιν, ἔτρωσεν Ἀφροδίτην τὴν ἀφροσύνην· οὐ μὰ Δία, οὐ θεάν τινα, τὴν δὲ τῶν μαχομένων βαρβάρων ἀλογιστίαν. αὐτὸς μὲν γὰρ, ἅτε διὰ πάσης ἐληλυθὼς πολεμικῆς μαθήσεως καὶ τοῦτο μὲν ἐν Θήβαις, τοῦτο δ’ ἐν Ἰλίῳ δεκαετῆ χρόνον ἐμφρόνως τοῦ μάχεσθαι προϊστάμενος, ἐξ εὐμαροῦς διώκει τοὺς <pb facs="heraclitiallegor00herauoft_0081"/> βαρβάρους· οἱ δ’, ἀναίσθητοι καὶ λογισμῶν ὀλίγα κοινωνοῦντες, ὑπ’ αὐτοῦ διώκονται, καθάπερ <quote type="blockquote">Ὄιες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ.</quote> πολλῶν οὖν φονευομένων, ἀλληγορικῶς Ὅμηρος τὴν βαρβαρικὴν ἀφροσύνην ὑπὸ Διομήδους τετρῶσθαι παρεισήγαγεν.</p></div></div></body></text></TEI>