<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="21"><head xml:lang="lat" rend="center">CAPUT XXI.</head><p rend="indent">Βαρύτατον δ’ ἔγκλημα κατὰ Ὁμήρου, καὶ πάσης <pb facs="heraclitiallegor00herauoft_0061"/> καταδίκης ἄξιον, εἴπερ ἄρα μεμύθευκεν, ὡς ἐν τοῖς ἐφεξῆς ἔστιν, εὗρον, ὅτι τὸν ἁπάντων ἡγεμόνα <quote type="blockquote">ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, <lb/>Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη. <lb/>Ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν, <lb/>Ὦχ’ ἑκατόγχειρον καλέσασ’ ἐς μακρὸν Ὄλυμπον, <lb/>Ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες <lb/>Αἰγαίων’· ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων.</quote></p><p rend="indent">Ἐν τούτοις τοῖς στίχοις ἄξιός ἐστιν Ὅμηρος οὐκ ἐκ μιᾶς τῆς Πλάτωνος ἐλαύνεσθαι πολιτείας, ἀλλ’ ὑπὲρ Ἡρακλέους, φασὶν, ἐσχάτας στήλας, [καὶ τὴν ἄβατον Ὠκεανοῦ θάλασσαν]. Ζεὺς γὰρ ὀλίγον δεσμῶν πεπείραται, <pb facs="heraclitiallegor00herauoft_0062"/> καὶ τὴν ἐπιβουλὴν αὐτῷ συνιστᾶσιν οὐχ οἱ Τιτᾶνες, οὐδὲ τὸ κατὰ Παλλήνην θράσος Γιγάντων, ἀλλ’ Ἥρα, διπλοῦν ὄνομα, φύσεως καὶ συμβιώσεως, ὃ τ’ ἀδελφὸς Ποσειδῶν, ἐξ ἴσου νεμηθεὶς ἅπαντα, καὶ οὐχὶ τοῦ διαμαρτεῖν, ἧς ὤφειλε τιμῆς ἠξιῶσθαι, κατὰ τοῦ πλεονεκτήσαντος ἠγανακτηκώς· τρίτη δ’ Ἀθηνᾶ, διὰ μιᾶς ἐπιβουλῆς εἰς πατέρα καὶ μητέρα δυσσεβοῦσα. νομίζω δ’ ἔγωγε τῆς ἐπιβουλῆς Διὶ τὴν σωτηρίαν ἀπρεπεστέραν· Θέτις γὰρ αὐτὸν ἀπήλλαξε τῶν δεσμῶν, καὶ Βριάρεως. ἀπρεπεῖς δ’ αἱ τοιαῦται ἐλπίδες, ὡς τοιούτων δεηθῆναι συμμάχων.</p></div><pb facs="heraclitiallegor00herauoft_0063"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="22"><head xml:lang="lat" rend="center">CAPUT XXII. </head><p rend="indent">Ταύτης τοίνυν τῆς ἀσεβείας ἕν ἐστιν ἀντιφάρμακον, ἐὰν ἐπιδείξωμεν ἠλληγορημένον τὸν μῦθον· ἡ γὰρ ἀρχέγονος ἁπάντων καὶ πρεσβυτάτη φύσις ἐν τούτοις τοῖς ἔπεσι θεολογεῖται, καὶ τῶν φυσικῶν κατὰ τὰ στοιχεῖα δογμάτων εἷς ἀρχηγὸς Ὅμηρος, ἑκάστῳ τινὶ τῶν μετ’ αυτὸν, ἧς ἔδοξεν εὑρεῖν, ἐπινοίας γεγονὼς διδάσκαλος. Θάλητα μέν γε τὸν Μιλήσιον ὁμολογοῦσι πρῶτον ὑποστήσασθαι τῶν ὅλων κοσμόγονον στοιχεῖον τὸ ὕδωρ· ἡ γὰρ ὑγρὰ φύσις, εὐμαρῶς εἰς ἕκαστα μεταπλαττομένη, πρὸς τὸ ποικίλον εἴωθε μορφοῦσθαι. Τό <pb facs="heraclitiallegor00herauoft_0064"/>τε γὰρ ἐξατμιζόμενον αὐτῆς ἀεροῦται, καὶ τὸ λεπτότατον ἀπὸ ἀέρος αἰθὴρ ἀνάπτεται, συνιζάνον τε τὸ ὕδωρ καὶ μεταβαλλόμενον εἰς ἰλὺν ἀπογαιοῦται· διὸ δὴ τῆς τετράδος τῶν στοιχείων ὥσπερ αἰτιώτατον ὁ Θάλης ἀπεφήνατο [στοιχεῖον εἶναι] τὸ ὕδωρ. Τίς οὖν ἐγέννησε ταύτην τὴν δόξαν; οὐχ Ὅμηρος, εἰπών· <quote type="blockquote">Ὠκεανὸς, ὅσπερ γένεσις πάντεσσι τέτυκται;</quote> φερωνύμως μὲν ὠκεανὸν εἰπὼν τὴν ὑγρὰν φύσιν, παρὰ τὸ ὠκέως νάειν, τοῦτον δ’ ὑποστησάμενος ἁπάντων γενεάρχην ἀλλ’ ὁ Κλαζομένιος. Ἀναξαγόρας, κατὰ διαδοχὴν γνώριμος ὧν Θάλητος, συνέζευξε τῷ ὕδατι δεύτερον στοιχεῖον τὴν γῆν, ἵνα ξηρῷ μιχθὲν ὑγρὸν ἐξ ἀντιπάλου φύσεως εἰς μίαν ὁμόνοιαν ἀνακραθῇ. καὶ ταύτην δὲ τὴν ἀπόφασιν πρῶτος Ὅμηρος ἐγεώργησεν, Ἀναξαγόρᾳ σπέρματα τῆς ἐπινοίας χαρισάμενος, ἐν οἷς φησί· <pb facs="heraclitiallegor00herauoft_0065"/> <quote type="blockquote">Ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε.</quote> πᾶν γὰρ τὸ φυόμενον ἔκ τινων εἰς ταὐτὰ ἀναλύεται διαφθειρόμενον, ὡσπερεὶ τῆς φύσεως, ἃ δεδάνεικεν ἐν ἀρχῇ χρέα, κομιζομένης ἐπὶ τέλει. διὸ δὴ τοῖς Κλαζομενίοις δόγμασιν ἑπόμενος Εὐριπίδης φησὶ· <quote type="blockquote">Χωρεῖ δ’ ὀπίσω τὰ μὲν ἐκ γαίας· <lb/>φύντ’ εἰς γαῖαν, τὰ δ’ ἀπ’ αἰθερίου <lb/>βλαστόντα γονῆς εἰς αἰθέρα.</quote> Καταρώμενος οὖν ὁ ποιητὴς τοῖς Ἕλλησι, μίαν εὗρεν ἀρχὴν φιλόσοφον, εἰ πάλιν ὕδωρ καὶ γῆ γένοιντο, διαλυθέντες εἰς ταὐτὰ, ἀφ’ ὧν ἐπήχθησαν, ὅτε ἐγεννῶντο. ἐσχάτη τοίνυν ὑπὸ τῶν μεγίστων. φιλοσόφων ἡ τελεία τετρὰς ἐν τοῖς στοιχείοις συνεπληρώθη· δύο μὲν γὰρ <pb facs="heraclitiallegor00herauoft_0066"/> ὑλικά φασιν εἶναι, γῆν τε καὶ ὕδωρ, δύο δὲ πνευματικὰ, αἰθέρα τε καὶ ἀέρα, τούτων δὲ τὰς φύσεις, ἀλλήλαις ἐναντία φρονούσας, ὅταν εἰς τὸ αὐτὸ κραθῶσιν, ὁμονοεῖν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="23"><head xml:lang="lat" rend="center">CAPUT XXIII.</head><p rend="indent">Ἆρ’ οὖν, εἴ τις θέλει τἀληθὲς ἐξετάζειν, οὐχὶ καὶ ταῦτα τὰ στοιχεῖα παρ’ Ὁμήρῳ φιλοσοφεῖται; καὶ περὶ μὲν τῶν Ἥρας δεσμῶν, ἐν οἷς ἡ τάξις ἠλληγόρηται τῶν τεττάρων στοιχείων, εὐκαιρότερον αὖθις ἐροῦμεν· νῦν δ’ ἀποχρῶσιν οἱ κατὰ τὴν τρίτην ῥαψῳδίαν ὅρκοι τὸ λεγόμενον ὑφ’ ἡμῶν βεβαιῶσαι· <quote type="blockquote">Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων, <lb/>Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷς, καὶ πάντ’ ἐπακούεις, <lb/>Καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας <lb/>Ἀνθρώπους τίνυσθον, ὅ τίς κ’ ἐπίορκον ὀμόσσῃ.</quote> <pb facs="heraclitiallegor00herauoft_0067"/> πρῶτον ἐπικαλεῖται τὸν ὀξύτατον αἰθέρα, τὴν ἀνωτάτω τάξιν εἰληχότα. πυρὸς δ’ εἰλικρινοῦς φύσις, ἅτ’ οἶμαι κουφοτάτη, τὸν ὑψηλότατον ἀποκεκλήρωται χῶρον· εἴη δ’ ἂν, οἶμαι, τοῦτο Ζεὺς ἐπώνυμος, ἤτοι τὸ ζῆν παρεχόμενος ἀνθρώποις, ἢ παρὰ τὴν ἔμπυρον ζέσιν οὕτως ὠνομασμένος. ἀμέλει δὲ καὶ ὁ Εὐριπίδης τὸν ὑπερτεταμένον αἰθέρα φησίν· <quote type="blockquote">Ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα <lb/>Καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις; <lb/>Τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.</quote> Ὁ μὲν οὖν πρῶτος αἰθὴρ καλεῖται μεσίτης τῶν ὁρκίων. <pb facs="heraclitiallegor00herauoft_0068"/> ποταμοὶ δὲ καὶ γῆ, τὰ ὑλικὰ στοιχεῖα, μετὰ τὴν πρώτην φύσιν αἰθέρος. τὸν δ’ ὑπένερθεν ἀέρα ἀλληγορικῶς ἀίδην προσαγορεύει. μέλαν γὰρ τουτὶ τὸ στοιχεῖον, ὡς ἂν, οἶμαι, παχυτέρας καὶ διύγρου λαχὸν μοίρας. δίχα γοῦν τῶν καταφωτίζειν δυναμένων ἀλαμπής ἐστιν. ὅθεν εὐλόγως αὐτὸν ἀίδην προσηγόρευσε. τί οὖν τὸ πέμπτον, ὁ ἥλιος; ἵνα τι καὶ περιπατητικοῖς φιλοσόφοις χαρίσηται Ὅμηρος, ἐπεκαλέσατο καὶ τοῦτον· ἀξιοῦσι γὰρ ἑτέραν τοῦ πυρὸς εἶναι ταύτην τὴν φύσιν, ἣν κυκλοφορητικὴν ὀνομάζουσιν, πέμπτον εἶναι τοῦτο στοιχεῖον ὁμολογοῦντες. ὁ μὲν γὰρ αἰθὴρ διὰ τὴν κουφότητα πρὸς τοὺς ἀνωτάτω χωρεῖ τόπους· ἥλιος δὲ καὶ σελήνη καὶ τῶν ὁμοδρόμων αὐτοῖς ἕκαστον ἄστρων, τὴν ἐν κύκλῳ φορὰν δινούμενα διατελεῖ, τῆς πυρώδους οὐσίας ἄλλην τινὰ δύναμιν ἔχοντα. διὰ τούτων ἁπάντων ὑπεσήμηνεν ἡμῖν τὰ πρωτοπαγῆ στοιχεῖα τῆς φύσεως.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="24"><head xml:lang="lat" rend="center">CAPUT XXIV.</head><p rend="indent">Καὶ περὶ αὐτοῦ μηδεὶς λεγέτω, πῶς μὲν ὁ αἰθὴρ προσαγορεύεται Ζεὺς, ἀίδην δ’ ὀνομάζει τὸν ἀέρα, καὶ συμβολικοῖς ὀνόμασι τὴν φιλοσοφίαν ἀμαυροῖ· παράδοξον γὰρ οὐδὲν, εἰ ποιητής τε ὢν ἀλληγορεῖ, καὶ τῶν προηγουμένως φιλοσοφούντων τούτῳ τῷ τρόπῳ χρωμένων· <pb facs="heraclitiallegor00herauoft_0069"/> ὁ γοῦν σκοτεινὸς Ἡράκλειτος ἀσαφῆ καὶ διὰ συμβόλων εἰκάζεσθαι δυνάμενα θεολογεῖ τὰ φυσικὰ, δι’ ὧν φησί· ἄνθρωποι θεοὶ θνητοί· θεοί τ’ ἄνθρωποι ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θίενατον, Θνήσκοντες τὴν ἐκείνων ζωήν· καὶ πάλιν· ποταμοῖς τοῖς αὐτοῖς ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν. ὅλον τε τὸ περὶ φύσεως αἰνιγματωδῶς ἀλληγορεῖ. Τί δ’ ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς; οὐχὶ τὰ τέτταρα στοιχεῖα βουλόμενος ἡμῖν ὑποσημῆναι, τὴν ὁμηρικὴν ἀλληγορίαν μεμίμηται; <quote type="blockquote">Ζεὺς ἀργὴς, Ἥρῃ τε φερέσβιος, ἠδ’ Αιδωνεὺς, <lb/>Νῆστίς θ’, ἢ δακρύοις τέγγει κρούνωμα βρότειον·</quote> <pb facs="heraclitiallegor00herauoft_0070"/></p><p rend="indent">Ζῆνα μὲν εἶπε τὸν αἰθέρα, γῆν δὲ τὴν Ἥραν, Ἀιδωνέα δὲ τὸν ἀέρα, τὸ δὲ δακρύοις τεγγόμενον κρούνωμα βρότειον τὸ ὕδωρ. οὐ δὴ παράδοξον, εἰ τῶν προηγουμένως ὁμολογούντων φιλοσοφεῖν ἀλληγορικοῖς ὀνόμασι χρησαμένων, ὁ ποιητικὴν ἐπαγγελλόμενος ἐξίσου [τοῖς φιλοσόφοις] ἠλληγόρησε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="25"><head xml:lang="lat" rend="center">CAPUT XXV. </head><p rend="indent">Λοιπὸν οὖν σκοπῶμεν, εἰ ἡ κατὰ Διὸς ἐπιβουλὴ τῶν στοιχείων ἐστὶν ἀπαρίθμησις, καὶ φυσικωτέρας ἅπτεται θεωρίας. φασὶ τοίνυν οἱ δοκιμώτατοι φιλόσοφοι ταῦτα περὶ τῆς διαμονῆς τῶν ὅλων· ἕως μὲν ἂν ἀφιλόνεικος ἁρμονία τὰ τέτταρα στοιχεῖα διακρατῇ, <pb facs="heraclitiallegor00herauoft_0071"/> μηδενὸς ἐξαιρέτως ὑπερδυναστεύοντος, ἀλλ’ ἑκάστου [κατ’ ἐμμέλειαν], ἣν εἴληχε τάξιν οἰκονομοῦντος, ἀκινήτως ἕκαστα μενεῖν. εἰ δ’ ἐπικρατήσειε ἕν τι τῶν ἄλλῶν, καὶ τυραννῆσαν εἰς πλείω φορὰν παρέλθοι, τὰ λοιπὰ συγχυθέντα τῇ τοῦ κρατοῦντος ἰσχύι μετ’ ἀνάγκης ὑπείξειν. πυρὸς μὲν οὖν αἰφνιδίως ἐκζέσαντος, ἁπάντων ἔσεσθαι κοινὴν ἐκπύρωσιν. εἰ δ’ ἀθροῦν ὕδωρ ἐκραγείη, κατακλυσμῷ τὸν κόσμον ἀπολεῖσθαι. διὰ τούτων τοίνυν τῶν ἐπῶν μέλλουσάν τινα ταραχὴν ἐν τοῖς ὅλοις Ὅμηρος ὑποσημαίνει· Ζεὺς γὰρ, ἡ δυνατωτάτη φύσις, ὑπὸ τῶν ἄλλων ἐπιβουλεύεται στοιχείων, Ἥρας μὲν, τοῦ ἀέρος, Ποσειδῶνος δὲ, τῆς ὑγρᾶς φύσεως, Ἀθηνᾶς δὲ, τῆς γῆς· ἐπεὶ δημιουργός ἐστιν ἁπάντων, καὶ θεός ἐργάνῃ. ταῦτα δὴ τὰ <pb facs="heraclitiallegor00herauoft_0072"/> στοιχεῖα πρῶτον μὲν σνγγενῆ διὰ τὴν ἐν ἀλλήλοις ἀνάκρασιν· εἶτα, συγχύσεως παρὰ μικρὸν αὐτῶν γενομένης, εὑρέθη βοηθὸς ἡ πρόνοια. Θέτιν δ’ αὐτὴν εὐλόγως ὠνόμασεν, αὓτη γὰρ ὑπεστησατο τῶν ὅλων εὔκαιρον διάθεσιν, ἐν τοῖς ἰδίοις νόμοις ἱδρύσασα τὰ στοιχεῖα. σύμμαχος δ’ αὐτῇ γέγονεν ἡ βριαρὰ καὶ πολύχειρ δύναμις· τὰ γὰρ τηλικαῦτα τῶν πραγμάτων νοσήσαντα, πῶς ἂν ἄλλως δύναιτο, πλὴν μετὰ μεγάλης βίας ἀναρρωσθῆναι; καὶ τὸ μὲν ἄφυκτον ἔγκλημα περὶ τῶν Διὸς ἀσεβῶν δεσμῶν οὕτω φυσικῆς ἀλληγορίας ἔχει θεωρίαν.</p></div></div></body></text></TEI>