<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="11"><head xml:lang="lat" rend="center">CAPUT XI.</head><p rend="indent">Εἰ δὲ θέρος μὲν ὡμολόγηται κατ’ ἐκεῖνον εἶναι τὸν χρόνον, αἱ δὲ νόσοι· περὶ τὴν θέρειον ὥραν συνίστανται, τῶν δὲ λοιμικῶν παθημάπων προστάτης Ἀπόλλων, τί λοιπὸν, ἠ δοκεῖν τὸ συμβεβηκὸς οὐ θεοῦ μῆνιν, ἀλλὰ συντυχίαν ἀέρος γενέσθαι; σφόδρα γοῦν πιθανῶς Ἡρόδικος ἀποφαίνεται, μὴ δι’ ὅλην τὴν δεκαετίαν ἐν Ἰλίῳ μεμενηκέναι τοὺς Ἕλληνας, ἀλλ’ ἐπὶ τέλει τοῦ καθειμαρμένου χρόνου τῆς ἁλώσεως ἀνεληλυθέναι. Καὶ <pb facs="heraclitiallegor00herauoft_0041"/> γὰρ ἦν ἄλογον εἰδότας ἐξ ὧν προεῖπεν ὁ Κάλχας, ὅτι τῷ, δεκάτῳ πόλιν αἱρήσουσιν εὐρυάγυιαν, ἐπ’ ουδενὶ χρησίμῳ τοσούτων ἐτῶν ἀργίαν ἀναλίσκειν, ἀλλ’ εἰκὸς ἐν τοῖς μεταξὺ καιροῖς περιπλέοντας ἄνω καὶ κάτω τὴν Ἀσίαν, ἅμα τάς τε πολεμιστηρίους ἀσκήσεις ὑπογυμνάζειν, καὶ λαφύρων τὸ στρατόπεδον ἐμπιμπλάναι; τοῦ δεκάτου δ’ ἐνστάντος ἔτους, ἐν ᾧ πεπρωμένον ἦν τὸ τῆς ἁλώσεως τέλος, ἀθρόους καταχθῆναι. κοῖλα δ’ αὐτοὺς τενάγη καὶ τόπος ἑλώδης ἐξεδέχετο. Καὶ διὰ τοῦτο θέρους ἡ λοιμικὴ νόσος ἐγκάτέσκηψε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="12"><head xml:lang="lat" rend="center">CAPUT XII.</head><p rend="indent">Νῦν τοίνυν καὶ τὰ κατὰ μέρος εἰρημένα περὶ τῆς νό· σου διασκεψώμεθα. σχεδὸν γὰρ ἅπαντα συνᾴδει τοῖς ὑφ’ ἡμῶν λεγομένοις. καὶ πρῶτόν γε φυσικὴν ὑπεστήσατο τὴν φερομένην ἀπὸ τῶν ὀιστῶν φωνήν. οὐ μὰ Δί’, οὐ μυθικῶς βέλη φθεγγόμενα τερατευόμενος, ἀλλὰ <pb facs="heraclitiallegor00herauoft_0042"/> φιλόσοφός ἐστι θεωρία ἐν τῷ στίχῳ τῷ· <quote type="blockquote">Ἔκλαγξαν δ’ ἄρ’ ὀιστοὶ ἐπ’ ὤμων χωομένοιο <lb/>Αὐτοῦ κινηθέντος.</quote> εἰσὶ γὰρ, εἰσί τινες οὐράνιοι μεθ’ ἁρμονίας ἐμμελοῦς ἦχοι, κατὰ τὴν ἀίδιον φορὰν ἀποψαλλόμενοι, μάλιστα δὲ τῆς ἡλιακῆς περιόδου συντόνως φερομένης. οὐ γὰρ δήπου, εἰ ῥάβδῳ μὲν ὑγρᾷ πλήξας τις εἰκῇ τὸν ἀέρα, καὶ λίθον ἀπὸ σφενδόνης ἀφεὶς, ῥοίζους ἀποτελεῖ καὶ συριγμὸν οὕτω βαρύφθογγον, τηλικούτων σωμάτων ἡ κυκλοπόρος βία ἀπ’ ἀνατολῆς εἰς δύσιν ἁρματηλατουμένη μεθ’ ἡσυχίας τὸν σφοδρὸν ὁδοιπορεῖ δρόμον. τούτους <pb facs="heraclitiallegor00herauoft_0043"/> δὲ τοὺς διηνεκῶς ἐν οὐρανῷ τελουμένους φθόγγους ἀγνοοῦμεν, ἢ διὰ τὴν ἀπὸ πρώτης γονῆς συνήθειαν ἐνδελεχῶς ἐνοικοῦσαν ἡμῖν, ἢ διὰ τὴν ἄμετρον ὑπερβολὴν τοῦ διαστήματος, ἐκλυομένου τοῦ ψόφου τῷ διείργοντι μέτρῳ. Καὶ τοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ὁ φυγαδεύων Ὅμηρον ἐκ τῆς ἰδίας πολιτείας συγκαταινεῖ Πλάτων, <pb facs="heraclitiallegor00herauoft_0044"/> οὕτω λέγων· Ἐπὶ δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφ’ ἑκάστου βεβηκέναι Σειρῆνα συμπεριφερομένην, φωνὴν μίαν ἱεῖσαν ἀνάτονον. ἐκ πασῶν δ’ ὀκτὼ οὐσῶν μίαν ἁρμονίαν ξυμφωνεῖν. Ὁμοίως δὲ καὶ ὁ Ἐφέσιος Ἀλέξανδρος ἐπεξελθὼν ὅπως κατὰ τάξιν οἱ πλάνητες ἀστέρες ὁδεύουσιν, ἐπάγει περὶ τῶν ἑκάστου φθόγγων· <pb facs="heraclitiallegor00herauoft_0045"/> Πάντες δ’ ἑπτατόνοιο λύρης φθόγγοισι συνῳδοί Ἁρμονίην προχέουσι, διαστάσει ἄλλος ἐπ’ ἄλλῃ ἐξ ὧν ἂν εἴη γνώριμον, ὡς οὐ κωφὸς οὐδ’ ἄφθογγός ἐστιν ὁ κόσμος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="13"><head xml:lang="lat" rend="center">CAPUT XIII.</head><p rend="indent">Ἀρχὴ δὲ ταύτης τῆς δόξης Ὅμηρος, εἰπὼν τὰς <pb facs="heraclitiallegor00herauoft_0046"/> ἡλιακὰς ἀκτῖνας ἀλληγορικῶς βέλη, προςθεὶς δ’, ὅτι φερόμεναι διὰ τοῦ ἀέρος ἔκλαγξαν ἡδεῖάν τινα καὶ ἔνθεον φωνήν. τὰ κοινὰ δὲ τῶν φθόγγων παραστήσας ἐπὶ τὸ ἴδιον εὐθὺς τοῦ λόγου μετέβη, προςθείς· <quote type="blockquote">Ὁ δ’ ἤιε νυκτὶ ἐοικώς.</quote> Οὐ γὰρ ἀκήρατον φῶς, οὐδ’ ἀμιγὲς ἀχλύος μελαίνης ὑφίσταται τὸ τοῦ ἡλίου, νυκτὶ δ’ αὐτὸ ἐθόλωσεν, ὁποία σχεδὸν εἴωθεν ἐν τοῖς λοιμικοῖς πάθεσιν ἐπιπροσθεῖν τῷ δι’ ἡμέρας φέγγει. πῶς γε μὴν τοξάζειν ἐσπουδακὼς Ἀπόλλων <quote type="blockquote">Ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν, μετὰ δ’ ἰὸν ἕηκεν· <lb/>Δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο;</quote> Εἰ γοῦν δι’ ὀργὴν ἐτόξευεν, ἐγγὺς ἔδει τῶν τιτρωσκομένων ἑστάναι τὸν βάλλοντα νῦν δ’ ἀλληγορῶν <pb facs="heraclitiallegor00herauoft_0047"/> τὸν ἥλιον, εἰκότως ἄποθεν τὴν φορὰν τῆς λοιμικῆς ἀκτῖνος ὑπεστήσατο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="14"><head xml:lang="lat" rend="center">CAPUT XIV.</head><p rend="indent">Καὶ μὴν ἐναργέστατον ἐπιφέρει μετὰ τοῦτο σημεῖον εἰπὼν· <quote type="blockquote">Οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς.</quote> οὐ γὰρ οὕτως ἄκριτον ἦν παρανάλωμα τῆς Ἀπόλλωνος ὀργῆς τὰ ἄλογα τῶν ζῴων οὐδ’ ἂν ὁ θυμὸς ἀφρόνως ἡμιόνοις ἐνήκμαζε καὶ κυσὶν, ὡς τὸ Θρᾳκικὸν ἀνδράποδον Ὁμήρου κατεξανίσταται, λέγω δὲ τὸν Ἀμφιπολίτην Ζωίλον, ἄνω καὶ κάτω τοιούτους τινὰς λήρους φληναφοῦντα. Ὅμηρος δὲ καὶ σφόδρα φυσικῶς τὴν περὶ τὰ λοιμικὰ τῶν παθημάτων συντυχίαν διὰ τούτου παρίστησιν· οἱ γὰρ ἐμπειρίαν ἰατρικῆς τε καὶ φιλοσοφίας ἔχοντες, δι’ ἀκριβοῦς παρατηρήσεως ἔγνωσαν ἐν ταῖς λοιμικαῖς νόσοις τὸ δεινὸν. ἀπὸ τῶν τετραπόδων ζῳων ἀρχόμενον. κατ’ ἄμφω δ’ ἡ πρόφασίς ἐστιν εὔλογος, ὥστ’ εὐάλωτα πρὸς τὸ δεινὸν εἶναι· τῆς τε γὰρ διαίτης τὸ <pb facs="heraclitiallegor00herauoft_0048"/> ἀκριβὲς οὐ θηρᾶται, δι’ ἣν ἀταμιεύτως σιτίων τε καὶ ποτῶν ἐμπιμπλάμενα διαφθείρεται, μηδενὸς λογισμοῦ τὴν ἐπὶ τὸ πλέον ὁρμὴν χαλινοῦντος. ἔπειθ’, ὃ καὶ μᾶλλον ἀληθές ἐστιν, οἱ μὲν ἄνθρωποι μεταρσίοις ταῖς ἀναπνοαῖς τὸν καθαρώτερον ἕλκοντες ἀέρα βραδύτερον ἁλίσκονται τῷ πάθει. Τὰ δ’ ἐπὶ γῆς ἕρποντα ζῷα τοὺς νοσώδεις ἐκεῖθεν ἀτμοὺς εὐμαρέστερον ἕλκει. πάνυ γε μὴν ἀληθῶς οὐκ ἐν ἀρτίοις ἡμέραις τὴν ἀπαλλαγὴν τῆς νόσου δεδήλωκεν, ἀλλ’ ἐν περιτταῖς. <quote type="blockquote">Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾢχετο κῆλα θεοῖο.</quote> μάλιστα γὰρ ἐν τῇ παρ’ ἕκαστα πείρᾳ γνώριμόν ἐστι τοῦθ’, ὅτι κρίσιμοι τῶν σωματικῶν παθημάτων αἱ περιτταὶ γίγνονται τῶν ἡμερῶν.</p></div><pb facs="heraclitiallegor00herauoft_0049"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1414.tlg001.1st1K-grc1" n="15"><head xml:lang="lat" rend="center">CAPUT XV.</head><p rend="indent">Λυτὴρ δ’ Ἀχιλλεὺς τῆς νόσου· Χείρων γὰρ αὐτὸν ἐδίδαξε, <quote type="blockquote">δικαιότατος Κενταύρων,</quote> ὃς πάσῃ μὲν ἐκέκαστο σοφίᾳ, περιττὸς δ’ ἦν τὴν ἰατρικὴν, ὅθεν γνώριμον αὐτῷ φασὶν εἶναι καὶ Ἀσκληπιόν. προςέθηκε δ’ Ἀχιλλεῖ θεραπεύοντι, φυσικῶς ἀλληγορήσας, θεὰν Ἥραν· <quote type="blockquote">Τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρῃ.</quote> δύο γὰρ ὄντων κατὰ τοὺς φυσικοὺς τῶν πνευματικῶν στοιχείων, αἰθέρος τε καὶ ἀέρος, τὸν μὲν Δία, τὴν πυρώδη φαμὲν οὐσίαν. ἡ δὲ Ἥρα μετ’ αὐτόν ἐστιν ἀήρ, μαλακώτερον στοιχεῖον, διὰ τοῦτο καὶ θῆλυ. τὰ δ’ ἀκριβῆ περὶ τούτου διαλεξόμεθα μικρὸν ὕστερον. νῦν δ’ ἀπόχρη τοσοῦτον εἰπεῖν, ὅτι τοῦ πάλαι θολεροῦ διαχυθέντος ἀέρος, αἰφνιδίως διεκρίθη τὸ σύμβαμα. οὐδὲ γὰρ ἀλόγως <pb facs="heraclitiallegor00herauoft_0050"/> λευκώλενον εἶπε τὴν Ἥραν, ἀλλ’ ἀπὸ τοῦ συμβεβηκότος, ὅτι τὴν νυκτὶ προςεοικυῖαν ἀχλὺν ὁ λευκὸς ἀὴρ ἐπὶ τὸ καθαρώτερον ἐλάμπρυνεν. εἶτ’ ἀνεθὲν τῆς νόσου τὸ Ἑλληνικὸν πλῆθος ἐπὶ τὴν συνήθη τοῖς ἀπηλλαγμένοις ὁδὸν ἐτράπη· λέγω δὲ τοὺς ὀνομαξομένους ἀποτροπιασμούς τε καὶ καθαρμούς· <quote type="blockquote">Οἱ δ’ ἀπελυμαίνοντο, καὶ εἰς ἅλα λύματ’ ἔβαλλον.</quote></p></div></div></body></text></TEI>