CAPUT I. Μέγας ἀπ’ οὐρανοῦ καὶ χαλεπὸς ἀγὼν Ὁμήρῳ καταγγέλλεται περὶ τῆς εἰς τὸ θεῖον ὀλιγωρίας. Πάντως γὰρ ἠσέβησεν, εἰ μηδὲν ἠλληγόρησεν· ἱερόσυλοι δὲ μῦθος καὶ θεομάχου γέμοντες ἀπονοίας δι’ ἀμφοτέρων τῶν σωματίων μεμήνασιν. ὥστε εἴ τις ἄνευ φιλοσόφου θεωρίας, μηδενὸς αὐτοῖς ὑφεδρεύοντος ἀλληγορικοῦ τρόπου νομίζοι κατὰ ποιητικὴν παράδοσιν εἰρῆσθαι, Σαλμωνεὺς ἂν Ὅμηρος εἴη, καὶ Τάνταλος, ἀκόλαστον γλῶσσαν ἔχων, αἰσχίστην νόσον, ὥστε ἔμοιγε καὶ σφόδρα συμβέβηκε θαυμάζειν, πῶς ὁ δεισιδαίμων βίος, ὁ ναοῖς καὶ τεμένεσι καὶ ταῖς διὰ ἔτους ἑορταῖς προςτρεπόμενος, οὕτω τὴν ὁμηρικὴν ἀσέβειαν ἐνηγκάλισται φιλοστόργως τοὺς ἐναγεῖς λόγους διὰ στόματος ἄγων· εὐθὺς γὰρ ἐκ πρώτης ἡλικίας τὰ νήπια τῶν ἀρτιμαθῶν παίδων διδασκαλίᾳ παρ’ ἐκείνῳ τιτθεύεται, καὶ μονονοὺ ἐνεσπαργανωμένοις τοῖς ἔπεσιν αὐτοῦ καθαπερεὶ ποτίμῳ γάλακτι τὰς ψυχὰς ἐπάρδομεν. ἀρχομένῳ δ’ ἑκάστῳ συμπαρέστηκε, καὶ κατ’ ὀλίγον ἀπανδρουμένῳ ἐς τελείους συνακμάζει, καὶ κόρος οὐδὲ εἷς ἄχρε γήρως· ἀλλὰ πανσάμενοι διψῶμεν αὐτοῦ πάλιῳ· καὶ σχεδὸν. ἓν πέρας Ὁμήρῳ παρ’ ἀνθρώποις, ὃ καὶ τοῦ βίου. CAPUT II. Δι’ ὧν σαφὲς οἶμαι καὶ πᾶσιν εὔδηλον, ὅτι οὐδεμία κηλὶς ἐναγῶν μύθων τοῖς ἔπεσιν ἐνεσπείρηται· καθαρὰν δὲ καὶ πάντως ἁγνεύουσαν λύμης ἰλιὰς πρώτη, καὶ μετὰ ταύτην ὀδύσσεια, σύμφωνον ἑκατέρα περὶ τῆς ἰδίας εὐσεβείας κέκραγε φωνήν· Οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην. Νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν ἰσοφαρίζειν. Οἷος μὲν ἐν οὐρανῷ διὰ τῶν ἐπῶν καθιέρωται Ζεὺς ἀφανεῖ νεύματι σείων· ὡς δὲ Ποσειδῶνος ὁρμήσαντος αἰφνιδίως τρέμεν οὔρεα μακρὰ καὶ ὕλη. τὰ αὐτὰ δ’ ὅπερ Ἥρας ἄν τις εἴποι· Σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον. ὁμοίως δὲ Ἀθηνᾶν παρεστάναι· Θάμβησεν δ’ Ἀχιλεὺς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω Παλλάδ’ Ἀθηναίην, δεινὼ δέ οἱ ὅσσε φάανθεν. Οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα ἢ κατὰ Τηύγετον περιμήκετον, ἢ Ἑρύμανθον, Τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισιν. Ἃ μὲν γὰρ ἐξ ἴσου καὶ κατὰ κοινὸν ὑπὲρ ἁπάντων ἱεροπρεπῶς τεθεολόγηται, τί δεῖ καὶ λέγειν; — — μάκαρες θεοὶ αἰὲν ἐόντες, καὶ — — ἄφθιτα μήδε’ ἔχοντες· ἢ νὴ Δία, δωτῆρες ἐάων, καὶ ῥεῖα ζώοντες. Οὐ γὰρ σῖτον ἔδουσ’, οὐ πίνουσ’ αἴθοπα οἶνον, Τοὒνεκ’ ἀναίμονές εἰσι, καὶ ἀθάνατοι καλέονται. CAPUT III. Τίς δ’ ἐπὶ τούτοις Ὅμηρον ἀσεβῆ λέγειν τολμᾷ; Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων. ’Ηέλιός θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις, Καὶ ποταμοὶ, καὶ γαῖα, καὶ οἱ ὑπένερθε καμόντας Ἀνθρώπους τίνυσθον, ὅ τις κ’ ἐπίορκον ὀμόσσῃ· Ὑμεῖς μάρτυροι ἐστὲ τῆς Ὁμήρου θεοσεβείας, ὅτι πάθεσιν ἐξαιρέτοις ἅπαν νεωκορεῖ τὸ δαιμόνιον, ἐπεὶ καὶ αὐτός ἐστι θεῖος, εἰ δ’ ἀμαθεῖς τινες ἄνθρωποι τὴν ὁμηρικὴν ἀλληγορίαν ἀγνοοῦσιν, οὐδ’ εἰς τὰ μύχια τῆς ἐκείνου σοφίας καταβεβήκασιν, ἀλλ’ ἀβασάνιστος αὐτοῖς ἡ τῆς ἀληθείας κρίσις ἔρριπται, καὶ τὸ φιλοσόφως ῥηθὲν οὐκ εἰδότες, ὃ μυθικῶς δοκεῖ πλάσαι, προςαρμόζουσιν, οὗτοι μὲν ἐρρέτωσαν. Ἡμεῖς δ’, οἳ τῶν ἀβεβήλων ἐντὸς περιρραντηρίων ἡγνίσμεθα, σεμνὴν ὑπὸ νόμῳ τῶν ποιημάτων τὴν ἀλήθειαν ἰχνεύωμεν. CAPUT IV. Ἐρρίφθω δὲ καὶ Πλάτων ὁ κόλαξ, Ὁμήρου συκοφάντης, ἔνδοξον ἀπὸ τῆς ἰδίας πολιτείας τὸν φυγάδα προπέμπων, λευκοῖς ἐρίοις ἀνεστεμμένον, καὶ πολυτελεῖ μύρῳ τὴν κεφαλὴν διάβροχον. οὐδ’ Ἐπικούρου φροντὶς ἡμῖν, ὃς τῆς ἀσέμνου περὶ τοὺς ἰδίους κήπους ἡδονῆς γεωργός ἐστιν, ἅπασαν ὁμοῦ ποιητικὴν, ὥσπερ ολέθριον μύθων δέλεαρ ἀφοσιούμενος. πρὸς οὓς μέγα δή τι στενάξας εἴποιμ’ ἄν· Ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται Καὶ τὸ πικρότατον, ἀρχὴν ἑκάτεροι τῶν παρ’ ἑαυτοῖς δογμάτων ἔχοντες Ὅμηρον, ἀφ’ οὗ τὰ πλεῖστα τῆς ἐπιστήμης ὠφέληνται, περὶ τοῦτον ἀχαρίστως εἰσιν ἀσεβεῖς. ἀλλ’ ὑπὲρ μὲν Ἐπικούρου καὶ Πλάτωνος αὖθις ἐξέσται λέγειν. CAPUT V. Νυνὶ δ’ ἀναγκαῖον ἴσως μικρὰ καὶ σύντομα περὶ τῆς ἀλληγορίας τεχνολογῆσαι. σχεδὸν γὰρ αὐτὸ τοὔνομα, καὶ λίαν ἐτύμως εἰρημένον, ἐλέγχει τὴν δύναμιν αὐτῆς. Ὁ γὰρ ἄλλα μὲν ἀγορεύων τρόπος, ἕτερα δὲ, ὧν λέγει, σημαίνων, ἐπωνύμως ἀλληγορία καλεῖται· καθάπερ Ἀρχίλοχος μὲν ἐν τοῖς Θρᾳκικοῖς ἀπειλημμένος δεινοῖς τὸν πόλεμον εἰκάζει θαλαττίῳ κλύδωνι, λέγων ὧδέ πως· Γλαῦκ’ ὅρα, βάθυς γὰρ ἤδη κύμασιν ταράσσεται ποντος, ἀμφὶ δ’ ἄκρα Γυρέων ὀρθὸν ἵσταται νέφος, σῆμα χειμῶνος· κιχάνει δ’ ἐξ ἀελπτίης φόβος. Ἐν ἱκανοῖς δὲ καὶ τὸν Μυτιληναῖον μελοποιὸν εὑρήσομεν ἀλληγοροῦντα. τὰς γὰρ τυραννικὰς ταραχὰς ἐξίσου χειμερίῳ προςεικάζει καταστήματι θαλάσσης Ἀσυνέτημι τῶν ἀνέμων στάσιν· τὸ μὲν γὰρ ἔνθεν κῦμα κυλίνδεται, τὸ δ’ ἔνθεν· ἄμμες δ’ ὀν τὸ μέσσον νᾶι φορήμεθα σὺν μελαίνᾳ χειμῶνι μοχθεῦντες μεγάλῳ μάλα. πὲρ μὲν γὰρ ἄντλος ἰσοπέδαν ἔχει, λαῖφος δὲ πὰν ζάδηλον ἤδη καὶ λάκιδες μεγάλαι κατ’ αὖτο. Χόλαισι δ’ ἄγκυραι. Τίς οὐκ ἂν εὐθὺς ἐκ τῆς προτρεχούσης περὶ τὸν πόντον εἰκασίας, ἀνδρῶν πλωϊζομένων θαλάττιον εἶναι νομίσειε φόβον; ἀλλ’ οὐχ οὕτως ἔχει. Μύρσιλος γὰρ ὁ δηλούμενός ἐστι, καὶ τυραννικὴ κατὰ Μυτιληναίων ἐγειρομένη σύστασις. ὁμοίως δὲ τὰ ὑπὸ τούτου αἰνιττόμενος ἑτέρωθί που λέγει· Τὸ δ’ ηὖτε κῦμα τῶν προτέρων ὄνω στείχει, παρέξει δ’ ἄμμι πόνον πολὺν ἄντλην, ἐπεί κα νᾶος ἔμβᾳ. κατακόρως ἐν ταῖς ἀλληγορίαις ὁ νησιώτης θαλασσεύει, καὶ τὰ πλεῖστα τῶν διὰ τοὺς τυράννους ἐπεχόντων κακῶν πελαγίοις χειμῶσιν εἰκάζει. Καὶ μὴν ὁ Τήιος Ἀνακρέων ἑταιρικὸν φρόνημα καὶ σοβαρᾶς γυναικὸς ὑπερηφανίαν ὀνειδίζων, τὸν ἐν αὐτῇ σκιρτῶντα νοῦν ὡς ἵππον ἠλληγόρησεν, οὕτω λέγων· Πῶλε Θρῃκίη, τί δή με λοξὸν ὄμμασιν βλέπουσα νηλεῶς φεύγεις, δοκέεις δέ μ’ οὐδὲν εἰδέναι σοφόν; ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι, ἡνίας δ’ ἔχων στρέφοιμ’ ἄν σ’ ἀμφὶ τέρματα δρόμου. νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις· δεξιὸν γὰρ ἱπποσείρην οὐκ ἔχεις ἐπεμβάτην. Καθόλου μακρὸς ἂν εἴην ἐπεξιὼν ἕκαστα τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ἠλληγορημένων. ἀπόχρη ὀλίγαις εἰκόσι τὴν ὅλην τοῦ πράγματος τεκμηριώσασθαι φύσιν. Ἀλλ’ οὐκ αὐτὸς Ὅμηρος ἀμφιβόλοις, ἔσθ’ ὅτε καὶ ζητουμέναις ἔτι ταῖς ἀλληγορίαις εὑρίσκεται χρώμενος, ἐναργῆ τὸν τρόπον ἡμῖν τῆς ἑρμηνείας παραδεδωκὼς τοῦτον, ἐν οἷς Ὀδυσσεὺς, τὰ πολέμου καὶ μάχης κακὰ διεξιὼν, φησίν; Ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, Ἀμητὸς δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς. Τὸ μὲν γὰρ λεγόμενόν ἐστι γεωργία, τὸ δὲ νοούμενον μάχη· πλὴν ὅμως δι’ ἐναντίων ἀλλήλοις πραγμάτων τὸ δηλούμενον ἐπεῖπεν.