4. Πεισίστρατος τριάκοντα καὶ τρία ἔτη τυραννήσας γηράσας ἀπέθανε. Ἵππαρχος ὁ υἱὸς Πεισιστράτου παιδιώδης ἧν καὶ ἐρωτικὸς καὶ φιλότοῦτον Θεσσαλὸς δὲ νεώτερος καὶ θρασύς. τοῦτον τυραννοῦντα μὴ δυνηθέντες ἀνελεῖν Ἵππαρχον ἀπέκτειναν τὸν ἀδελφὸν αὐτοῦ. Ἰππίας δὲ πικρότατα ἐτυράννει. καὶ τὸν περὶ ὀστρακισμοῦ νόμον εἰσηγήσατο, ὅς ἐτέθη διὰ τοὺς τουραννιῶντας. καὶ ἄλλοι τε ὠστρακίσθησαν καὶ Ξάνθιππος καὶ Ἀριστείδης.