1. ἀθηναῖοι τὸ μὲν ἴε ἀρχῆς ἐχρῶντο βασιλείᾳ· συνοικἦσαντος δὲ Ἴωνος αὐτοὺς τότε τρῶτον Ἴωνες ἐκλήθησαν. Πανδίων δὲ βασιλεύσας μετὰ Ἐρεχθέα διένειμα τὴν ἀρχὴν τοῖς υἱοῖς. καὶ διετέλουν οὗτοι στασιάζοντες. Θησεὺς δὲ ἐκήρυξε καὶ συνεβίβασε τουτους ἐφ’ ἴσῃ καὶ ὁμοίᾳ [μοίρᾳ]. οὗτος ἐλθὼν εἰς Σκῦτον ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν ὑπὸ Λυκομήδους, φοβηθέντος μὴ σφετερίσηται τὴν νῆσον. Ἀθηναῖοι δὲ ὕστερον μετὰ τὰ Μηδικὰ μετεκόμισαν αὐτοῦ τὰ ὁστᾶ. ἀπὸ δὲ Κοδριδῶν οὐκέτι βασιλεῖς ᾑροῦντο διὰ τὸ δοκεῖν τρυφᾶν καὶ μαλακούς γεγονέναι. Ἱππομένης δὲ εἷς τῶν Κοδριδῶν βουλόμενος ἀπύσασθαι τὴv διαβολήν, λαβὼν ἐπὶ τῇ θυγατρὶ Λειμώνῃ μοιχόν, ἐκεῖνον μὲν ἀνεῖλεν ὑποζεύξας μετὰ τῆς θυγατρὸς] τῷ ἅρματι, τὴν δὲ ἵππῳ συνέκλεισεν ἕως <ἂν> ἀπόληται. 2. τοὺς μετὰ Κύλωνος διὰ τὴν τυραννίδα ἐπὶ τὸν βωμὸν τῆς θεοῦ πεφευγότας οἱ περὶ μεγακλέα ἀπέκτειναν. καὶ τοὺς δράσαντας ὡς ἐναγεῖς ἤλαυνον. 13 αὐτοὺς K-W, ἀυτοῖς codd. 16 μοίρᾳ del. Schneid. 19 μετὰ K-W (e frag. 4) περὶ codd. 24 μετὰ τῆς θυγατρὸς del. Koeler ἕως ἀπόληται codd., ὅπως ἀπ. K-W, ἕως ἀπώλετο Bl. 3. Σόλων νομοθετῶν Ἀθηναίοις καὶ χρεῶν ἀποκοπάς ἐποίησε, τὴν σεισάχθειαν καλουμένην. ὡς δ᾿ ἐνώχλουν αὐτῷ τινες περὶ τῶν νόμων, ἀπεδήμησεν εἰς Αἴγυπτον. 4. Πεισίστρατος τριάκοντα καὶ τρία ἔτη τυραννήσας γηράσας ἀπέθανε. Ἵππαρχος ὁ υἱὸς Πεισιστράτου παιδιώδης ἧν καὶ ἐρωτικὸς καὶ φιλότοῦτον Θεσσαλὸς δὲ νεώτερος καὶ θρασύς. τοῦτον τυραννοῦντα μὴ δυνηθέντες ἀνελεῖν Ἵππαρχον ἀπέκτειναν τὸν ἀδελφὸν αὐτοῦ. Ἰππίας δὲ πικρότατα ἐτυράννει. καὶ τὸν περὶ ὀστρακισμοῦ νόμον εἰσηγήσατο, ὅς ἐτέθη διὰ τοὺς τουραννιῶντας. καὶ ἄλλοι τε ὠστρακίσθησαν καὶ Ξάνθιππος καὶ Ἀριστείδης.