(6) Τῇ μὲν οὖν κορωνίδι κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν τῶν ὑποκριτῶν εἰπόντων τινὰ καὶ ἀπαλλαγέντων καταλείπηται ἡ χορός· ἢ ἔμπαλιν· ἢ ὅταν μετάβασις ἀπὸ τόπου εἰς τόπον γίνεσθαι δοκῇ τῆς σκηνῆς. (7) Τῇ δὲ παραγράφῳ ἤτοι κατὰ πρόσωπα ἀμοιβαῖα, ἔν τε τοῖς ἰαμβικοῖς καὶ τοῖς χορικοῖς, 〈ἢ〉 μεταξὺ τῆς τε στροφῆς καὶ τῆς ἀντιστρόφου. (8) Ἐὰν μέντοι ἡ στροφὴ ἐξ ἀμοιβαίων τυγχάνῃ συγκειμένη, οὐκ ἐξαρκεῖ πρὸς τὸ δηλῶσαι, ὅτι πεπλήρωται ἡ στροφή, ἡ παράγραφος ἐπιφερομένης ἄλλης στροφῆς, ἐπεὶ καὶ ἐφ’ ἑκάστου κώλου οὐδὲν ἧττον τίθεται· ἀλλὰ κεῖται καὶ ἡ ἔσω νενευκυῖα διπλῆ· τοῦτο δέ, ἐὰν ἀντίστροφος ἐπιφέρηται· ὡς ἐάν γε μεταβολὴ μόνον ᾖ στροφῶν, ἡ ἔξω βλέπουσα τίθεται. (9) Εἰπόντων δὲ ἡμῶν ὅτι ἐστί τινα κατὰ περιορισμοὺς ἀνίσους ἀναπαιστικὰ γεγραμμένα, ἃ δὴ ἐν παρόδῳ ὁ χορὸς λέγει, ἐφ’ ἑκάστου περιορισμοῦ τίθεται ἡ παράγραφος. (10) Τῆς δὲ παραβάσεως μερῶν ὄντων ἑπτά, ἐπὶ ἓν ἕκαστον τῶν ἀπολελυμένων τριῶν τίθεται ἡ παράγραφος, τοῦ κομματίου καὶ τῆς παραβάσεως καὶ τοῦ μακροῦ· οὐδὲν ἧττον δὲ καὶ ἐπὶ τοῦ μέλους καὶ τοῦ ἐπιρρήματος, ἂν μηδὲν ἀνταποδιδῶται. ἐὰν δὲ ἐνῇ τὰ ἀνακυκλούμενα, τό τε ἀντίστροφον τοῦ μέλους καὶ τὸ ἀντεπίρρημα, ἐπὶ τοῦ ἐπιρρήματος τίθεται ἡ ἔσω νενευκυῖα διπλῆ ὑπὲρ τοῦ δηλῶσαι ὅτι ἔστι τὰ ἀνταποδιδόμενα, ἐπὶ δὲ τοῦ ἀντεπιρρήματος ἡ ἔξω νενευκυῖα.