(2) Παρὰ μὲν τοῖς λυρικοῖς, ἂν μὲν μονόστροφον τὸ ᾆσμα ᾖ, καθ’ ἑκάστην τίθεται στροφὴν ἡ παράγραφος, εἶτα ἐπὶ τέλους τοῦ ᾄσματος ἡ κορωνίς. ἐὰν δὲ κατὰ περικοπὴν τὰ ᾄσματα ᾖ γεγραμμένα, ὥστε εἶναι στροφὴν καὶ ἀντίστροφον καὶ ἐπῳδόν, ἡ παράγραφος ἐπὶ μὲν τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστρόφου κεῖται, ἐπὶ δὲ τῇ ἐπῳδῷ ἡ κορωνίς· — καὶ οὕτως ἡ παράγραφος, ἢ διορίζει τά τε ὅμοια καὶ τὰ ἀνόμοια. — Ἐπὶ μέντοι τῷ τέλει ὁ ἀστερίσκος τίθεται, γνώρισμα τοῦ τετελέσθαι τὸ ᾄσμα, ἐπεὶ ἡ κορωνὶς ἐπὶ πασῶν τίθεται τῶν ἐπῳδῶν.