(11) Εἰώθασι τοίνυν αὐτοὶ οἱ δραματοποιοὶ μεταξὺ ἰαμβείων τινῶν γράφειν ἑτέρῳ μέτρῳ ὁποσασοῦν στροφάς· εἶτα πάλιν περάναντες δι’ ἰαμβείων τὸ προκείμενον κατὰ διέχειαν ἀνταποδιδόναι τὰς στροφάς. ἐφ’ ἑκάστης μὲν οὖν στροφῆς τίθεται παράγραφος· ἐν δὲ ταῖς προτέραις στροφαῖς ἐπὶ τοῦ τελευταίου κώλου δύο τίθενται διπλαῖ, ἡ μὲν κατ’ ἀρχὰς ἔξω βλέπουσα, ἡ δὲ κατὰ τὸ τέλος ἔσω νενευκυῖα, δηλούντων ἡμῶν διὰ τῆς ἔσω βλεπούσης, ὅτι ἀνταποδίδοταί τινα αὐτοῖς· ἐν δὲ τοῖς ἀνταποδιδομένοις πάλιν μὲν ἐφ’ ἑκάστης στροφῆς παράγραφος, ἐπὶ δὲ τοῦ τελευταίου κώλου δύο διπλαῖ, ἡ μὲν κατ’ ἀρχάς, ἡ δὲ κατὰ τὸ τέλος, ἀμφότεραι μέντοι ἔξω νενευκυῖαι, διὰ τούτων δηλούντων ἡμῶν, ὅτι ἀνταποδέδοται.