(10) Τῆς δὲ παραβάσεως μερῶν ὄντων ἑπτά, ἐπὶ ἓν ἕκαστον τῶν ἀπολελυμένων τριῶν τίθεται ἡ παράγραφος, τοῦ κομματίου καὶ τῆς παραβάσεως καὶ τοῦ μακροῦ· οὐδὲν ἧττον δὲ καὶ ἐπὶ τοῦ μέλους καὶ τοῦ ἐπιρρήματος, ἂν μηδὲν ἀνταποδιδῶται. ἐὰν δὲ ἐνῇ τὰ ἀνακυκλούμενα, τό τε ἀντίστροφον τοῦ μέλους καὶ τὸ ἀντεπίρρημα, ἐπὶ τοῦ ἐπιρρήματος τίθεται ἡ ἔσω νενευκυῖα διπλῆ ὑπὲρ τοῦ δηλῶσαι ὅτι ἔστι τὰ ἀνταποδιδόμενα, ἐπὶ δὲ τοῦ ἀντεπιρρήματος ἡ ἔξω νενευκυῖα.