(1) Τὰ σημεῖα τὰ παρὰ τοῖς ποιηταῖς ἄλλως παρ’ ἄλλοις κεῖται· λέγω δέ, ὁποῖά ἐστιν ἥ τε παράγραφος καὶ ἡ κορωνὶς καὶ ἡ ἔξω νενευκυῖα διπλῆ καὶ ὁ ἀστερίσκος, καὶ εἴ τι ἄλλο τοιοῦτον. (2) Παρὰ μὲν τοῖς λυρικοῖς, ἂν μὲν μονόστροφον τὸ ᾆσμα ᾖ, καθ’ ἑκάστην τίθεται στροφὴν ἡ παράγραφος, εἶτα ἐπὶ τέλους τοῦ ᾄσματος ἡ κορωνίς. ἐὰν δὲ κατὰ περικοπὴν τὰ ᾄσματα ᾖ γεγραμμένα, ὥστε εἶναι στροφὴν καὶ ἀντίστροφον καὶ ἐπῳδόν, ἡ παράγραφος ἐπὶ μὲν τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστρόφου κεῖται, ἐπὶ δὲ τῇ ἐπῳδῷ ἡ κορωνίς· — καὶ οὕτως ἡ παράγραφος, ἢ διορίζει τά τε ὅμοια καὶ τὰ ἀνόμοια. — Ἐπὶ μέντοι τῷ τέλει ὁ ἀστερίσκος τίθεται, γνώρισμα τοῦ τετελέσθαι τὸ ᾄσμα, ἐπεὶ ἡ κορωνὶς ἐπὶ πασῶν τίθεται τῶν ἐπῳδῶν. (3) Καὶ μάλιστα εἴωθεν ὁ ἀστερίσκος τίθεσθαι, ἐὰν ἑτερόμετρον ᾖ τὸ ᾆσμα τὸ ἑξῆς· ὃ καὶ [μᾶλλον] ἐπὶ τῶν ποιημάτων τῶν μονοστροφικῶν γίνεται Σαπφοῦς τε καὶ Ἀνακρέοντος καὶ Ἀλκαίου· ἐπὶ δὲ τῶν Ἀλκαίου ἰδίως κατὰ μὲν τὴν Ἀριστοφάνειον ἔκδοσιν ἀστερίσκος ἐπὶ ἑτερομετρίας ἐτίθετο μόνης, κατὰ δὲ τὴν νῦν τὴν Ἀριστάρχειον καὶ ἐπὶ ποιημάτων μεταβολῆς. (4) Ἡ δὲ διπλῆ ἡ ἔξω βλέπουσα παρὰ μὲν τοῖς κωμικοῖς καὶ τοῖς τραγικοῖς ἐστι πολλή, παρὰ δὲ τοῖς λυρικοῖς σπανία· παρὰ Ἀλκμᾶνι γοῦν εὑρίσκεται· γράψας γὰρ ἐκεῖνος δεκατεσσάρων στροφῶν ᾄσματα [ὧν] τὸ μὲν ἥμισυ τοῦ αὐτοῦ μέτρου ἐποίησεν ἑπτάστροφον, τὸ δὲ ἥμισυ ἑτέρου· καὶ διὰ τοῦτο ἐπὶ ταῖς ἑπτὰ στροφαῖς ταῖς ἑτέραις τίθεται ἡ διπλῆ σημαίνουσα τὸ μεταβολικῶς τὸ ᾆσμα γεγράφθαι. (5) Τούτοις τοῖς σημείοις τοῖς προειρημένοις πλὴν τοῦ ἀστερίσκου καὶ ἑτέροις τισί, περὶ ὧν λέξομεν, 〈καὶ〉 ἐν τοῖς δράμασι χρώμεθα.