Τὰ δὲ κατὰ περικοπὴν ἀνομοιομερῆ τὰς μὲν περικοπὰς ὁμοίας ἀλλήλαις ἔχει, τὰς δὲ ἐν ταῖς περικοπαῖς περιόδους ἀνομοίους· καλεῖται δὲ τὰ μὲν δυαδικά, ὅσα δύο τὰς ἐν τῇ περικοπῇ περιόδους ἔχει, τὰ δὲ τριαδικά, ὅσα τρεῖς, τὰ δὲ τετραδικά, ὅσα τέσσαρας· καὶ ἐπὶ τῶν ἑξῆς κατὰ τὸν αὐτὸν λόγον. Ἀντιθετικὰ δέ, ὅσα κατὰ σχέσιν μὲν γέγραπται, οὐ μέντοι κατὰ τὴν αὐτὴν τάξιν παραβάλλεται ἀλλήλοις τὰ ἀντιστρέφοντα, τὸ πρῶτον τῷ πρώτῳ παραβάλλεσθαι, τὸ δὲ δεύτερον ἀπὸ τέλους τῷ δευτέρῳ ἀπʼ ἀρχῆς· τὸ δὲ τρίτον ἀπὸ τέλους τῷ τρίτῳ· καὶ ἐπὶ τῶν λοιπῶν οὕτω. ταύτης τῆς ἰδέας ἐστὶ τὸ Ὠιὸν τὸ Σιμίου καὶ ἄλλα παίγνια.