Τὰ μὲν οὖν μονοστροφικά ἐστιν, ὁπόσα ὑπὸ μιᾶς στροφῆς καταμετρεῖται. Τὰ δὲ ἐπῳδικὰ καλεῖται, ἐὰν δὲ ἐν τῇ πρώτῃ, προῳδικά, ἐὰν δὲ ἐν μέσῳ, μεσῳδικά. Ταῦτα μὲν οὖν καὶ ἐν τριάσιν ὁρᾶται· ἐὰν δὲ ὑπερεξαγάγῃ τὴν τριάδα, γίνονται καὶ ἄλλαι ἰδέαι δύο. ἤτοι γὰρ περιῳδικά ἐστιν, ὅταν αἱ μὲν ἑκατέρωθεν ἀνόμοιοι ὦσιν ἀλλήλαις, αἱ δὲ ἐν μέσῳ ἀλλήλαις μὲν ὅμοιαι, ταῖς δὲ περιεχούσαις ἀνὀμοιοι· ἢ παλινῳδικά, ὅταν αἱ ἑκατέρωθεν ἀλλήλαις μὲν ὦσιν ὅμοιαι, ταῖς δὲ ἐν μέσῳ ἀνόμοιοι καὶ αἱ ἐν μέσῳ ταῖς μὲν περιεχούσαις ἀνόμοιοι, ἀλλήλαις δὲ ὅμοιαι .