<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1402.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="6"><p rend="indent">Πάλιν δὲ ἕκαστα τῶν προειρημένων ὑποδιαιρετέον. Τῶν γὰρ κατὰ σχέσιν τὰ
						μέν ἐστι μονοστροφικά, τὰ δὲ ἐπῳδικά, τὰ δὲ κατὰ περικοπὴν ἀνομοιομερῆ, τὰ δὲ
						ἀντιθετικά, τὰ δὲ μικτὰ κατὰ σχέσιν, <add>τὰ δὲ κοινὰ κατὰ σχέσιν</add>. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">Τὰ μὲν οὖν μονοστροφικά ἐστιν, ὁπόσα ὑπὸ μιᾶς στροφῆς καταμετρεῖται. <pb facs="hephaestionisenc00hephuoft_0095"/></p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">Τὰ δὲ <gap reason="lost"/> ἐπῳδικὰ καλεῖται, ἐὰν δὲ ἐν τῇ πρώτῃ,
						προῳδικά, ἐὰν δὲ ἐν μέσῳ, μεσῳδικά. Ταῦτα μὲν οὖν καὶ ἐν τριάσιν ὁρᾶται· ἐὰν δὲ
						ὑπερεξαγάγῃ τὴν τριάδα, γίνονται καὶ ἄλλαι ἰδέαι δύο. ἤτοι γὰρ περιῳδικά ἐστιν, ὅταν αἱ
						μὲν ἑκατέρωθεν ἀνόμοιοι ὦσιν <add>ἀλλήλαις, αἱ δὲ ἐν μέσῳ</add> ἀλλήλαις μὲν ὅμοιαι,
						ταῖς δὲ περιεχούσαις ἀνὀμοιοι· ἢ παλινῳδικά, ὅταν αἱ ἑκατέρωθεν ἀλλήλαις μὲν ὦσιν
						ὅμοιαι, <add>ταῖς δὲ ἐν μέσῳ ἀνόμοιοι</add> καὶ αἱ ἐν μέσῳ ταῖς μὲν περιεχούσαις
						ἀνόμοιοι, <add>ἀλλήλαις δὲ ὅμοιαι</add>. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">Τὰ δὲ κατὰ περικοπὴν ἀνομοιομερῆ τὰς μὲν περικοπὰς ὁμοίας ἀλλήλαις ἔχει,
						τὰς δὲ ἐν ταῖς περικοπαῖς περιόδους ἀνομοίους· καλεῖται δὲ τὰ μὲν δυαδικά, ὅσα δύο τὰς
						ἐν τῇ περικοπῇ περιόδους ἔχει, τὰ δὲ τριαδικά, ὅσα τρεῖς, τὰ δὲ τετραδικά, ὅσα τέσσαρας·
						καὶ ἐπὶ τῶν ἑξῆς κατὰ τὸν αὐτὸν λόγον. </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">Ἀντιθετικὰ δέ, ὅσα κατὰ σχέσιν μὲν γέγραπται, <pb facs="hephaestionisenc00hephuoft_0096"/>οὐ μέντοι κατὰ τὴν αὐτὴν τάξιν παραβάλλεται
						ἀλλήλοις τὰ ἀντιστρέφοντα, τὸ πρῶτον τῷ πρώτῳ <gap reason="lost"/> παραβάλλεσθαι, τὸ
							<add>δὲ</add> δεύτερον ἀπὸ τέλους τῷ δευτέρῳ ἀπʼ ἀρχῆς· τὸ δὲ τρίτον ἀπὸ τέλους τῷ
						τρίτῳ· καὶ ἐπὶ τῶν λοιπῶν οὕτω. ταύτης τῆς ἰδέας ἐστὶ τὸ Ὠιὸν τὸ Σιμίου καὶ ἄλλα
						παίγνια. </p></div></div></body></text></TEI>