Μικτὰ δὲ ὅσα μέρος μέν τι ἔχει κατὰ σχέσιν, μέρος δέ τι ἀπολελυμένον ἢ ἐξ ὁμοίων. Κοινὰ δὲ ὅσα καθʼ ἑτέραν μὲν ἰδέαν γέγραπται τοῦ συστήματος, δύναται δὲ καὶ καθʼ ἑτέραν γεγράφθαι δοκεῖν· οἷον, φέρʼ εἰπεῖν, ἐξ ὁμοίων ὄντα κατὰ σχέσιν δοκεῖν γεγράφθαι. Τοσαῦτα μὲν δὴ ταῦτα. Πάλιν δὲ ἕκαστα τῶν προειρημένων ὑποδιαιρετέον. Τῶν γὰρ κατὰ σχέσιν τὰ μέν ἐστι μονοστροφικά, τὰ δὲ ἐπῳδικά, τὰ δὲ κατὰ περικοπὴν ἀνομοιομερῆ, τὰ δὲ ἀντιθετικά, τὰ δὲ μικτὰ κατὰ σχέσιν, τὰ δὲ κοινὰ κατὰ σχέσιν .