Ἐξ ὁμοίων δὲ ὅσα ἐκ τοῦ αὐτοῦ ποδὸς ἐστιν ἢ τῆς αὐτῆς συζυγίας ἢ τῆς αὐτῆς περιόδου ἀρχικῆς, οὔτε ὑπὸ στίχου οὕτε ὑπὸ συστήματος καταμετρούμενα. Μετρικὰ δὲ ἄτακτα, ὅσα ἐκ μέτρων μὲν ὁμολογουμένων συνέστηκε, τάξιν δὲ καὶ ἀνακύκλησιν οὐκ ἔχει, οὕτε κατὰ στίχον οὔτε συστηματικά· οἷός ἐστιν ὁ Μαργίτης ὁ εἰς Ὅμηρον ἀναφερόμενος, ἐν ᾧ παρέσπαρται τοῖς ἔπεσιν ἰαμβικά, καὶ ταῦτα οὐ κατʼ ἴσον σύστημα. τοιοῦτόν ἐστι καὶ τὸ Σιμωνίδειον ἐπίγραμμα (Sim. 188) Ἴσθμια δίς, Νεμέᾳ δίς, Ὀλυμπίᾳ ἐστεφανώθην, οὐ πλάτει νικῶν σώματος, ἀλλὰ τέχνᾳ, Ἀριστόδαμος θράσυος Ἀλεῖος πάλᾳ.