Μικτὰ δὲ κατὰ σχέσιν ἐστίν, ὅσα ἐκ μερῶν ἐστιν, πάντων μὲν κατὰ σχέσιν, ἀνομοίων δὲ ἀλλήλοις κατὰ τὴν ἰδέαν, οἷον ἔκ τε ἐπῳδικῶν καὶ μονοστροφικῶν, ἢ κατὰ περικοπήν. Κοινὰ δέ ἐστι κατὰ σχέσιν, ὅσα καθʼ ἑτέραν μὲν ἰδέαν τῶν κατὰ σχέσιν γέγραπται, δύναται δὲ καὶ καθʼ ἑτέραν γεγράφθαι δοκεῖν, οἷον, εἰ μονοστροφικῶς γραφὲν δύναται τοῦτο καὶ ἐπῳδικῶς γεγράφθαι δοκεῖν.