Περὶ ποιήματος. Τῶν ποιημάτων τὰ μέν ἐστι κατὰ στίχον, τὰ δὲ συστηματικά, τὰ δὲ μικτά, τὰ δὲ κοινά. Κατὰ στίχον μὲν ὅσα ὑπὸ τοῦ αὐτοῦ μέτρου καταμετρεῖται, ὡς τὰ Ὁμήρου καὶ τῶν ἐποποιῶν ἔπη· καταχρηστικῶς δὲ κἂν ὑπὸ κώλου ἢ κόμματος, ὡς τὸ Καλλιμάχειον τοῦτο ποιημάτιον (118) ἡ παῖς ἡ κατάκλειστος, τὴν οἵ φασι τεκόντες. καταμετρεῖται γὰρ ὑπὸ κόμματος ἀντισπαστικοῦ, καλουμένου Φερεκρατείου. Συστηματικὰ δὲ ὅσα ὑπὸ πλειόνων μέτρων εἰς ἓν σῶμα παραληφθέντων καταμετρεῖται ἢ συμπληροῦται. Μικτὰ δὲ ὅσα μέρος μέν τι ἔχει ὑπὸ στίχου καταμετρούμενον, μέρος δὲ συστηματικόν. Κοινὰ δὲ ὅσα ὑπὸ συστήματος μὲν καταμετρεῖται, αὐτὸ δὲ τὸ σύστημα ἔχει πληρούμενον, οἷά ἐστι τὰ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ Σαπφοῦς· ἐν οἷς καταμετρεῖται μὲν ὑπὸ διστιχίας, αὐτὴ δὲ ἡ διστιχία ὁμοία ἐστί. Καὶ τὰ μέν ἐστι κατὰ σχέσιν, τὰ δὲ ἀπολελυμένα, τὰ δὲ ἐξ ὁμοίων, τὰ δὲ μετρικὰ ἄτακτα, τὰ δὲ μικτά, τὰ δὲ κοινά. Καὶ κατὰ σχέσιν μέν ἐστιν, ὅσα μετρεῖται ὑπὸ συστήματος, καλεῖται δὲ οὕτως διὰ τὸ κατὰ σχέσιν τινὰ πρὸς ἄλληλα τὰ ἐν τῷ ποιήματι συστήματα καταμετρεῖσθαι. Ἐξ ὁμοίων δὲ ὅσα ἐκ τοῦ αὐτοῦ ποδὸς ἐστιν ἢ τῆς αὐτῆς συζυγίας ἢ τῆς αὐτῆς περιόδου ἀρχικῆς, οὔτε ὑπὸ στίχου οὕτε ὑπὸ συστήματος καταμετρούμενα. Μετρικὰ δὲ ἄτακτα, ὅσα ἐκ μέτρων μὲν ὁμολογουμένων συνέστηκε, τάξιν δὲ καὶ ἀνακύκλησιν οὐκ ἔχει, οὕτε κατὰ στίχον οὔτε συστηματικά· οἷός ἐστιν ὁ Μαργίτης ὁ εἰς Ὅμηρον ἀναφερόμενος, ἐν ᾧ παρέσπαρται τοῖς ἔπεσιν ἰαμβικά, καὶ ταῦτα οὐ κατʼ ἴσον σύστημα. τοιοῦτόν ἐστι καὶ τὸ Σιμωνίδειον ἐπίγραμμα (Sim. 188) Ἴσθμια δίς, Νεμέᾳ δίς, Ὀλυμπίᾳ ἐστεφανώθην, οὐ πλάτει νικῶν σώματος, ἀλλὰ τέχνᾳ, Ἀριστόδαμος θράσυος Ἀλεῖος πάλᾳ. Μικτὰ δὲ ὅσα μέρος μέν τι ἔχει κατὰ σχέσιν, μέρος δέ τι ἀπολελυμένον ἢ ἐξ ὁμοίων. Κοινὰ δὲ ὅσα καθʼ ἑτέραν μὲν ἰδέαν γέγραπται τοῦ συστήματος, δύναται δὲ καὶ καθʼ ἑτέραν γεγράφθαι δοκεῖν· οἷον, φέρʼ εἰπεῖν, ἐξ ὁμοίων ὄντα κατὰ σχέσιν δοκεῖν γεγράφθαι. Τοσαῦτα μὲν δὴ ταῦτα.