Περὶ ποιήματος. Τῶν ποιημάτων τὰ μέν ἐστι κατὰ στίχον, τὰ δὲ συστηματικά, τὰ δὲ μικτά, τὰ δὲ κοινά. Κατὰ στίχον μὲν ὅσα ὑπὸ τοῦ αὐτοῦ μέτρου καταμετρεῖται, ὡς τὰ Ὁμήρου καὶ τῶν ἐποποιῶν ἔπη· καταχρηστικῶς δὲ κἂν ὑπὸ κώλου ἢ κόμματος, ὡς τὸ Καλλιμάχειον τοῦτο ποιημάτιον (118) ἡ παῖς ἡ κατάκλειστος, τὴν οἵ φασι τεκόντες. καταμετρεῖται γὰρ ὑπὸ κόμματος ἀντισπαστικοῦ, καλουμένου Φερεκρατείου. Συστηματικὰ δὲ ὅσα ὑπὸ πλειόνων μέτρων εἰς ἓν σῶμα παραληφθέντων καταμετρεῖται ἢ συμπληροῦται. Μικτὰ δὲ ὅσα μέρος μέν τι ἔχει ὑπὸ στίχου καταμετρούμενον, μέρος δὲ συστηματικόν. Κοινὰ δὲ ὅσα ὑπὸ συστήματος μὲν καταμετρεῖται, αὐτὸ δὲ τὸ σύστημα ἔχει πληρούμενον, οἷά ἐστι τὰ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ Σαπφοῦς· ἐν οἷς καταμετρεῖται μὲν ὑπὸ διστιχίας, αὐτὴ δὲ ἡ διστιχία ὁμοία ἐστί. Καὶ τὰ μέν ἐστι κατὰ σχέσιν, τὰ δὲ ἀπολελυμένα, τὰ δὲ ἐξ ὁμοίων, τὰ δὲ μετρικὰ ἄτακτα, τὰ δὲ μικτά, τὰ δὲ κοινά. Καὶ κατὰ σχέσιν μέν ἐστιν, ὅσα μετρεῖται ὑπὸ συστήματος, καλεῖται δὲ οὕτως διὰ τὸ κατὰ σχέσιν τινὰ πρὸς ἄλληλα τὰ ἐν τῷ ποιήματι συστήματα καταμετρεῖσθαι.