(3) Ἀνακρέων δὲ ἐπετήδευσε τὴν πρώτην συζυγίαν δι’ ὅλου ᾄσματος ἐκ τριβραχέος καὶ ἰάμβου ποιῆσαι, ὡς εἶναι κοινὴν λύσιν τῆς τε χοριαμβικῆς καὶ τῆς ἰαμβικῆς ( Anacr. 24 ) ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις. πολὺ δ’ ἐστὶ καὶ τὸ πρὸς τῇ κατάκλειδι τὴν δευτέραν συζυγίαν ἰαμβικὴν ἔχον, οἷόν ἐστι παρὰ μὲν Ἀνακρέοντι ( 23 ) ἐκ ποταμοῦ ᾽πανέρχομαι πάντα φέρουσα λαμπρά, παρὰ δὲ Ἀριστοφάνει ἐν Ἀμφιάρεῳ ( 30 ) οἶδα μὲν ἀρχαῖόν τι δρῶν, κοὐχὶ λέληθ’ ἐμαυτόν.