(2) Τὰ δὲ εἰς τὸν ἀμφίβραχυν ἢ βακχεῖον· οἷον δίμετρα μὲν τὰ ἐξ Αἰολοσίκωνος Ἀριστοφάνους ( 10 ) οὐκ ἐτός, ὦ γυναῖκες, πᾶσι κακοῖσιν ἡμᾶς φλῶσιν ἑκάστοτ’ ἄνδρες· δεινὰ γὰρ ἔργα δρῶσαι λαμβανόμεσθ’ ὑπ’ αὐτῶν. τρίμετρα δὲ οἷον τὸ Ἀνακρέοντος ( 31 ) δακρυόεσσάν τ’ ἐφίλησεν αἰχμάν· τετράμετρα δέ, ἃ καὶ συνεχέστερά ἐστιν, δακρυόεσσάν τ’ ἐφίλησεν αἰχμάν· τετράμετρα δέ, ἃ καὶ συνεχέστερά ἐστιν, οἷα ταυτὶ τὰ Σαπφοῦς ( 60 ) δεῦτέ νυν ἁβραὶ Χάριτες καλλίκομοί τε Μοῖσαι.