(1) Τὸ χοριαμβικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς ἰαμβικάς· ὡς ἐπίπαν δὲ ὅτε καταληκτικόν ἐστιν εἰς τὴν ἰαμβικὴν κατάκλειδα περαιοῦται, τουτέστιν εἰς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὴν ἀδιάφορον· — περαιοῦται μὲν γὰρ καὶ εἰς τὴν ἰδίαν, τὸν δάκτυλον ἢ κρητικόν, οἷον δίμετρον μὲν τὸ ( fr. lyr. adesp. 69 ) ἱστοπόνοι μείρακες, τρίμετρα δὲ ( fr. lyr. adesp. 70 ) οὐδὲ λεόντων σθένος οὐδὲ τροφαί, τετράμετρα δὲ ( fr. lyr. adesp. 71 ) αἳ Κυθερήας ἐπιπνεῖτ’ ὄργια λευκωλένου. ἀλλὰ τῷ ταῦτα συνεχέστερα εἶναι, ἀπρεπέστερά ἐστι. —