<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1402.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1402.tlg001.1st1K-grc1" n="8"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1402.tlg001.1st1K-grc1:8" n="9"><p rend="indent"><label>(9)</label> Ὥσπερ δὲ ἐν τῷ δακτυλικῷ ἦν τι λογαοιδικόν, οὕτω κἀν τοῖς ἀναπαιστικοῖς τὸ εἰς βακχεῖον περαιούμενον, οὗ ἐστιν ἐπισημότατον τὸ μετὰ τέσσαρας πόδας αὐτὸν ἔχον τὸν βακχεῖον· ὧν ὁ πρῶτος γίνεται καὶ σπονδεῖος καὶ ἴαμβος. καλεῖται μὲν οὖν Ἀρχεβούλειον ἀπὸ Ἀρχεβούλου τοῦ Θηβαίου ποιητοῦ χρησαμένου αὐτῷ κατακόρως· γέγραπται δὲ καὶ Καλλιμάχῳ (<bibl>146</bibl>) 
         <quote type="blockquote">ἀγέτω θεός, οὐ γὰρ ἐγὼ δίχα τῶνδ’ ἀείδειν·</quote> τοῦτο μὲν οὖν ἀπὸ ἀναπαίστου· ἀπὸ δὲ σπονδείου (<bibl>146ᵇ</bibl>) 
         <quote type="blockquote">νύμφα, σὺ μὲν ἀστερίαν ὑπ’ ἄμαξαν ἤδη,</quote> ἀπὸ δὲ ἰάμβου (<bibl>146ᶜ</bibl>) 
         <quote type="blockquote">φιλωτέρα ἄρτι γάρ οἱ Σικελὰ μὲν Ἔννα.</quote> τοὺς δὲ μετὰ τὸν πρῶτον πόδα τρεῖς οἱ μὲν ἐν συνεχείᾳ γράψαντες τὸ μέτρον πάντως ἀναπαίστους ἐφύλαξαν, Ἀλκμὰν δέ που καὶ σπονδείους παραλαμβάνει.</p></div></div></div></body></text></TEI>