(8) Τῷ δὲ ἀναπαιστικῷ ὑποστέλλοιτο ἂν καὶ τὸ προκελευματικὸν ὑπ’ ἐνίων καλούμενον, οἷον τὸ τετράμετρον τοῦτο τὸ Ἀριστοφάνειον ( Aristoph. fr. 698 ) τίς ὄρεα βαθύκομα τάδ’ ἐπέσυτο βροτῶν· [γίνεται γὰρ, ἑκάστου τῶν πρώτων τριῶν ποδῶν ἀναπαίστων λελυμένων εἰς τὸν προκελευματικόν, δίμετρον ἀκατάληκτον ἀναπαιστικόν·] τινὲς δὲ αὐτὸ κατὰ πόδα διαιροῦντες πυρριχιακὸν καλοῦσι· τοῖς δὲ χαριεστέροις δοκεῖ ἀναπαιστικὸν εἶναι, ἀντὶ ἑκάστου ἀναπαίστου προκελευματικοῦ παραλαμβανομένου ἐπὶ τῶν ἄλλων χωρῶν, ἐπὶ δὲ τῆς τελευταίας φυλαττομένου αὐτοῦ καθαροῦ καὶ μὴ λελυμένου.