(7) Πρῶτος δὲ Ἀρχίλοχος ἐχρήσατο τῷ μεγέθει τούτῳ, ἐν τοῖς τετραμέτροις προτάξας αὐτὸ τοῦ ἰθυφαλλικοῦ· τὸ γὰρ ( 79 ) Ἐρασμονίδη Χαρίλαε ἑφθημιμερές ἐστιν ἀναπαιστικόν· ἐχρήσατο δὲ τῷ πρώτῳ ποδὶ καὶ ἰάμβῳ, ὡς καὶ ἐκ τοῦ παραδείγματός ἐστι δῆλον, καὶ σπονδείῳ ( Archil. 82 ) Δήμητρί τε χεῖρας ἀνέξων, ἀναπαίστῳ δὲ τῷ πρώτῳ ἐπὶ δύο μόνων στίχων κεχρῆσθαι δοκεῖ ( 79 , 2 ) ἐρέω πολὺ φίλταθ’ ἑταίρων καὶ (80) φιλέειν στυγνόν περ ἐόντα· ταῦτα δὲ ἀμφότερα κατὰ συνεκφώνησιν ἴαμβον ἔχει τὸν πρῶτον πόδα.