(6) Τὸ δὲ δίμετρον καταληκτικὸν καλεῖται μὲν παροιμιακὸν διὰ τὸ παροιμίας τινὰς ἐν τούτῳ τῷ μέτρῳ εἶναι πότε δ’ Ἄρτεμις οὐκ ἐχόρευσεν ( paroem. Gr. ed. Leutsch II p. 229 ) ― καὶ κόρκορος ἐν λαχάνοισιν ( paroem. Gr. I p. 100. 257 ) ―, ἀλλὰ παροιμίαι εἰσὶ καὶ ἐπικαὶ καὶ ἰαμβικαὶ καὶ οὐ τούτου τοῦ μέτρου μόνου· ὥστ’ οὐκ εἰκότως αὐτὸ μόνον παροιμιακὸν καλοῦσι. Κρατῖνος δὲ ἐν Ὀδυσσεῦσι ( 144 ) συνεχεῖ αὐτῷ ἐχρήσατο· σιγάν νυν ἅπας ἔχε σιγάν καὶ πάντα λόγον τάχα πεύσει· ἡμῖν δ’ Ἰθάκη πατρίς ἐστι, πλέομεν δ’ ἅμ’ Ὀδυσσέϊ θείῳ.