(1) Συνεκφώνησίς ἐστιν, ὁπόταν δύο συλλαβαὶ σύμφωνον μὴ ἔχουσαι μεταξὺ ἀλλήλων ἀντὶ μιᾶς παραληφθῶσι. (2) Τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε· ἢ γὰρ δύο μακραὶ εἰς μίαν μακρὰν παραλαμβάνονται οἷον ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ( Ε 349 ) καὶ βουκόλ’ ἐπεὶ οὔτε κακῷ ( υ 227 )· ἢ βραχεία καὶ μακρὰ εἰς μίαν μακρὰν πλέων ἐπὶ οἴνοπα πόντον ( α 183 ) ἢ δύο βραχεῖαι εἰς μίαν μακρὰν ( ι 283 ) νέα μέν μοι κατέαξε Ποσειδάων [ἐνὶ πόντῳ]· 〈ἡ μακρὰ καὶ βραχεῖα εἰς μίαν μακρὰν ( Β 544 ) θώρηκας ῥήξειν δηίων ἀμφὶ στήθεσσιν·〉