(3) Ἐπιωνικὸν δὲ ἀπὸ μείζονος τρίμετρον καταληκτικόν ἐστι, τὸ καλούμενον Ἀλκαϊκὸν ἑνδεκασύλλαβον, ὃ τὴν μὲν πρώτην συζυγίαν ἔχει ἰαμβικήν, ἤτοι ἑξάσημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν ἰωνικὴν ἀπὸ μείζονος ἢ δευτέραν παιωνικήν, τὴν δὲ κατάκλειδα ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου, οἷον ὧ’ ναξ Ἄπολλον, παῖ μεγάλω Δίος ( Alc. 1 ) - Μέλαγχρος αἰδῶς ἄξιος εἰς πόλιν ( Alc. 21 ). ὥστε εἶναι σχήματα μὲν αὐτοῦ τέσσαρα, κανόνα δὲ τοιόνδε· αβαβ ββαα βααᵝ ββας ββαα βααᵝ αβαβ αβαα βααᵝ ββαβ αβαα βααᵝ