(8) Τὸ δὲ βακχειακὸν σπάνιόν ἐστιν, ὥστε, εἰ καί πού ποτε ἐμπέσοι, ἐπὶ βραχὺ εὑρίσκεσθαι, οἷον ( Aeschyl. 23 ) ὁ ταῦρος δ’ ἔοικεν κυρίξειν † τιν’ ἀρχὰν φθάσαντος δ’ ἐπ’ ἔργοις προπηδήσεταί νιν † Τοσαῦτα περὶ τῶν ἐννέα τῶν μονοειδῶν καὶ ὁμοιοειδῶν.