(6) Δύναται δὲ καὶ μέχρι τοῦ ἑξαμέτρου προκόπτειν τὸ μέτρον διὰ τὸ τὸ τριακοντάσημον μὴ ὑπερβάλλειν, καὶ εἴη ἂν ἑξάμετρον καταληκτικὸν τὸ καλούμενον . . . τὸ τοῦ Ἀλκμᾶνος ἐκ μόνων ἀμφιμάκρων ( Alcm. 38 ) Ἀφροδίτα μὲν οὐκ ἔστι, μάργος δ’ Ἔρως οἷα 〈παῖς〉 παίσδει ἄκρ’ ἐπ’ ἄνθη καβαίνων, ἃ μή μοι θίγῃς, τῶ κυπαιρίσκω.