(5) Ὧι δὴ ἔφαμεν ( 40 14 ) τρόπῳ συνεχῶς κεχρῆσθαι αὐτοὺς ἐπὶ τοῦ τετραμέτρου, ὥστε τοῖς τρισὶ παιῶσι τοῖς πρώτοις ἐπάγειν κρητικόν, τούτῳ καὶ ἐπὶ τοῦ πενταμέτρου Θεόπομπος ὁ κωμικὸς ἐχρήσατο ἐν Παισίν ( 38 ), ἀφ’ οὗ καὶ Θεοπόμπειον καλεῖται, πάντ’ ἀγαθὰ δὴ γέγονεν ἀνδράσιν ἐμῆς ἀπὸ συνουσίας.